Trouvé 1857 Résultats pour: Πνεύμα του Θεού
οὐ παντὶ τῶ λαῶ ἀλλὰ μάρτυσιν τοῖς προκεχειροτονημένοις ὑπὸ τοῦ θεοῦ, ἡμῖν, οἵτινες συνεφάγομεν καὶ συνεπίομεν αὐτῶ μετὰ τὸ ἀναστῆναι αὐτὸν ἐκ νεκρῶν· (Atos dos Apóstolos 10, 41)
καὶ παρήγγειλεν ἡμῖν κηρύξαι τῶ λαῶ καὶ διαμαρτύρασθαι ὅτι οὖτός ἐστιν ὁ ὡρισμένος ὑπὸ τοῦ θεοῦ κριτὴς ζώντων καὶ νεκρῶν. (Atos dos Apóstolos 10, 42)
ἔτι λαλοῦντος τοῦ πέτρου τὰ ῥήματα ταῦτα ἐπέπεσεν τὸ πνεῦμα τὸ ἅγιον ἐπὶ πάντας τοὺς ἀκούοντας τὸν λόγον. (Atos dos Apóstolos 10, 44)
μήτι τὸ ὕδωρ δύναται κωλῦσαί τις τοῦ μὴ βαπτισθῆναι τούτους οἵτινες τὸ πνεῦμα τὸ ἅγιον ἔλαβον ὡς καὶ ἡμεῖς; (Atos dos Apóstolos 10, 47)
ἤκουσαν δὲ οἱ ἀπόστολοι καὶ οἱ ἀδελφοὶ οἱ ὄντες κατὰ τὴν ἰουδαίαν ὅτι καὶ τὰ ἔθνη ἐδέξαντο τὸν λόγον τοῦ θεοῦ. (Atos dos Apóstolos 11, 1)
εἶπεν δὲ τὸ πνεῦμά μοι συνελθεῖν αὐτοῖς μηδὲν διακρίναντα. ἦλθον δὲ σὺν ἐμοὶ καὶ οἱ ἓξ ἀδελφοὶ οὖτοι, καὶ εἰσήλθομεν εἰς τὸν οἶκον τοῦ ἀνδρός· (Atos dos Apóstolos 11, 12)
ἐν δὲ τῶ ἄρξασθαί με λαλεῖν ἐπέπεσεν τὸ πνεῦμα τὸ ἅγιον ἐπ᾽ αὐτοὺς ὥσπερ καὶ ἐφ᾽ ἡμᾶς ἐν ἀρχῇ. (Atos dos Apóstolos 11, 15)
ὃς παραγενόμενος καὶ ἰδὼν τὴν χάριν [τὴν] τοῦ θεοῦ ἐχάρη καὶ παρεκάλει πάντας τῇ προθέσει τῆς καρδίας προσμένειν τῶ κυρίῳ, (Atos dos Apóstolos 11, 23)
ὁ δὲ δῆμος ἐπεφώνει, θεοῦ φωνὴ καὶ οὐκ ἀνθρώπου. (Atos dos Apóstolos 12, 22)
ὁ δὲ λόγος τοῦ θεοῦ ηὔξανεν καὶ ἐπληθύνετο. (Atos dos Apóstolos 12, 24)
λειτουργούντων δὲ αὐτῶν τῶ κυρίῳ καὶ νηστευόντων εἶπεν τὸ πνεῦμα τὸ ἅγιον, ἀφορίσατε δή μοι τὸν βαρναβᾶν καὶ σαῦλον εἰς τὸ ἔργον ὃ προσκέκλημαι αὐτούς. (Atos dos Apóstolos 13, 2)
καὶ γενόμενοι ἐν σαλαμῖνι κατήγγελλον τὸν λόγον τοῦ θεοῦ ἐν ταῖς συναγωγαῖς τῶν ἰουδαίων· εἶχον δὲ καὶ ἰωάννην ὑπηρέτην. (Atos dos Apóstolos 13, 5)