Mosaico decorativo

Trouvé 30029 Résultats pour: Οὐ

  • τότε ἔδοξε τοῖς ἀποστόλοις καὶ τοῖς πρεσβυτέροις σὺν ὅλῃ τῇ ἐκκλησίᾳ ἐκλεξαμένους ἄνδρας ἐξ αὐτῶν πέμψαι εἰς ἀντιόχειαν σὺν τῶ παύλῳ καὶ βαρναβᾷ, ἰούδαν τὸν καλούμενον βαρσαββᾶν καὶ σιλᾶν, ἄνδρας ἡγουμένους ἐν τοῖς ἀδελφοῖς, (Atos dos Apóstolos 15, 22)

  • ἐπειδὴ ἠκούσαμεν ὅτι τινὲς ἐξ ἡμῶν [ἐξελθόντες] ἐτάραξαν ὑμᾶς λόγοις ἀνασκευάζοντες τὰς ψυχὰς ὑμῶν, οἷς οὐ διεστειλάμεθα, (Atos dos Apóstolos 15, 24)

  • ἀνθρώποις παραδεδωκόσι τὰς ψυχὰς αὐτῶν ὑπὲρ τοῦ ὀνόματος τοῦ κυρίου ἡμῶν ἰησοῦ χριστοῦ. (Atos dos Apóstolos 15, 26)

  • ἀπεστάλκαμεν οὗν ἰούδαν καὶ σιλᾶν, καὶ αὐτοὺς διὰ λόγου ἀπαγγέλλοντας τὰ αὐτά. (Atos dos Apóstolos 15, 27)

  • ἔδοξεν γὰρ τῶ πνεύματι τῶ ἁγίῳ καὶ ἡμῖν μηδὲν πλέον ἐπιτίθεσθαι ὑμῖν βάρος πλὴν τούτων τῶν ἐπάναγκες, (Atos dos Apóstolos 15, 28)

  • ἀπέχεσθαι εἰδωλοθύτων καὶ αἵματος καὶ πνικτῶν καὶ πορνείας· ἐξ ὧν διατηροῦντες ἑαυτοὺς εὗ πράξετε. ἔρρωσθε. (Atos dos Apóstolos 15, 29)

  • οἱ μὲν οὗν ἀπολυθέντες κατῆλθον εἰς ἀντιόχειαν, καὶ συναγαγόντες τὸ πλῆθος ἐπέδωκαν τὴν ἐπιστολήν· (Atos dos Apóstolos 15, 30)

  • ἰούδας τε καὶ σιλᾶς, καὶ αὐτοὶ προφῆται ὄντες, διὰ λόγου πολλοῦ παρεκάλεσαν τοὺς ἀδελφοὺς καὶ ἐπεστήριξαν· (Atos dos Apóstolos 15, 32)

  • ποιήσαντες δὲ χρόνον ἀπελύθησαν μετ᾽ εἰρήνης ἀπὸ τῶν ἀδελφῶν πρὸς τοὺς ἀποστείλαντας αὐτούς. (Atos dos Apóstolos 15, 33)

  • παῦλος δὲ καὶ βαρναβᾶς διέτριβον ἐν ἀντιοχείᾳ διδάσκοντες καὶ εὐαγγελιζόμενοι μετὰ καὶ ἑτέρων πολλῶν τὸν λόγον τοῦ κυρίου. (Atos dos Apóstolos 15, 35)

  • μετὰ δέ τινας ἡμέρας εἶπεν πρὸς βαρναβᾶν παῦλος, ἐπιστρέψαντες δὴ ἐπισκεψώμεθα τοὺς ἀδελφοὺς κατὰ πόλιν πᾶσαν ἐν αἷς κατηγγείλαμεν τὸν λόγον τοῦ κυρίου, πῶς ἔχουσιν. (Atos dos Apóstolos 15, 36)

  • βαρναβᾶς δὲ ἐβούλετο συμπαραλαβεῖν καὶ τὸν ἰωάννην τὸν καλούμενον μᾶρκον· (Atos dos Apóstolos 15, 37)


"Pense na felicidade que está reservada para nós no Paraíso". São Padre Pio de Pietrelcina