Mosaico decorativo

Trouvé 30029 Résultats pour: Οὐ

  • ἤκουσα δὲ καὶ φωνῆς λεγούσης μοι, ἀναστάς, πέτρε, θῦσον καὶ φάγε. (Atos dos Apóstolos 11, 7)

  • εἶπον δέ, μηδαμῶς, κύριε, ὅτι κοινὸν ἢ ἀκάθαρτον οὐδέποτε εἰσῆλθεν εἰς τὸ στόμα μου. (Atos dos Apóstolos 11, 8)

  • ἀπεκρίθη δὲ φωνὴ ἐκ δευτέρου ἐκ τοῦ οὐρανοῦ, ἃ ὁ θεὸς ἐκαθάρισεν σὺ μὴ κοίνου. (Atos dos Apóstolos 11, 9)

  • τοῦτο δὲ ἐγένετο ἐπὶ τρίς, καὶ ἀνεσπάσθη πάλιν ἅπαντα εἰς τὸν οὐρανόν. (Atos dos Apóstolos 11, 10)

  • καὶ ἰδοὺ ἐξαυτῆς τρεῖς ἄνδρες ἐπέστησαν ἐπὶ τὴν οἰκίαν ἐν ᾗ ἦμεν, ἀπεσταλμένοι ἀπὸ καισαρείας πρός με. (Atos dos Apóstolos 11, 11)

  • εἶπεν δὲ τὸ πνεῦμά μοι συνελθεῖν αὐτοῖς μηδὲν διακρίναντα. ἦλθον δὲ σὺν ἐμοὶ καὶ οἱ ἓξ ἀδελφοὶ οὖτοι, καὶ εἰσήλθομεν εἰς τὸν οἶκον τοῦ ἀνδρός· (Atos dos Apóstolos 11, 12)

  • ἀπήγγειλεν δὲ ἡμῖν πῶς εἶδεν [τὸν] ἄγγελον ἐν τῶ οἴκῳ αὐτοῦ σταθέντα καὶ εἰπόντα, ἀπόστειλον εἰς ἰόππην καὶ μετάπεμψαι σίμωνα τὸν ἐπικαλούμενον πέτρον, (Atos dos Apóstolos 11, 13)

  • ὃς λαλήσει ῥήματα πρὸς σὲ ἐν οἷς σωθήσῃ σὺ καὶ πᾶς ὁ οἶκός σου. (Atos dos Apóstolos 11, 14)

  • ἐν δὲ τῶ ἄρξασθαί με λαλεῖν ἐπέπεσεν τὸ πνεῦμα τὸ ἅγιον ἐπ᾽ αὐτοὺς ὥσπερ καὶ ἐφ᾽ ἡμᾶς ἐν ἀρχῇ. (Atos dos Apóstolos 11, 15)

  • ἐμνήσθην δὲ τοῦ ῥήματος τοῦ κυρίου ὡς ἔλεγεν, ἰωάννης μὲν ἐβάπτισεν ὕδατι, ὑμεῖς δὲ βαπτισθήσεσθε ἐν πνεύματι ἁγίῳ. (Atos dos Apóstolos 11, 16)

  • εἰ οὗν τὴν ἴσην δωρεὰν ἔδωκεν αὐτοῖς ὁ θεὸς ὡς καὶ ἡμῖν πιστεύσασιν ἐπὶ τὸν κύριον ἰησοῦν χριστόν, ἐγὼ τίς ἤμην δυνατὸς κωλῦσαι τὸν θεόν; (Atos dos Apóstolos 11, 17)

  • ἀκούσαντες δὲ ταῦτα ἡσύχασαν καὶ ἐδόξασαν τὸν θεὸν λέγοντες, ἄρα καὶ τοῖς ἔθνεσιν ὁ θεὸς τὴν μετάνοιαν εἰς ζωὴν ἔδωκεν. (Atos dos Apóstolos 11, 18)


"O amor e o temor devem sempre andar juntos. O temor sem amor torna-se covardia; o amor sem temor torna-se presunção." São Padre Pio de Pietrelcina