Trouvé 30029 Résultats pour: Οὐ
ὁ δὲ σαῦλος, ἔτι ἐμπνέων ἀπειλῆς καὶ φόνου εἰς τοὺς μαθητὰς τοῦ κυρίου, προσελθὼν τῶ ἀρχιερεῖ (Atos dos Apóstolos 9, 1)
ᾐτήσατο παρ᾽ αὐτοῦ ἐπιστολὰς εἰς δαμασκὸν πρὸς τὰς συναγωγάς, ὅπως ἐάν τινας εὕρῃ τῆς ὁδοῦ ὄντας, ἄνδρας τε καὶ γυναῖκας, δεδεμένους ἀγάγῃ εἰς ἰερουσαλήμ. (Atos dos Apóstolos 9, 2)
ἐν δὲ τῶ πορεύεσθαι ἐγένετο αὐτὸν ἐγγίζειν τῇ δαμασκῶ, ἐξαίφνης τε αὐτὸν περιήστραψεν φῶς ἐκ τοῦ οὐρανοῦ, (Atos dos Apóstolos 9, 3)
καὶ πεσὼν ἐπὶ τὴν γῆν ἤκουσεν φωνὴν λέγουσαν αὐτῶ, σαοὺλ σαούλ, τί με διώκεις; (Atos dos Apóstolos 9, 4)
εἶπεν δέ, τίς εἶ, κύριε; ὁ δέ, ἐγώ εἰμι ἰησοῦς ὃν σὺ διώκεις· (Atos dos Apóstolos 9, 5)
οἱ δὲ ἄνδρες οἱ συνοδεύοντες αὐτῶ εἱστήκεισαν ἐνεοί, ἀκούοντες μὲν τῆς φωνῆς μηδένα δὲ θεωροῦντες. (Atos dos Apóstolos 9, 7)
ἠγέρθη δὲ σαῦλος ἀπὸ τῆς γῆς, ἀνεῳγμένων δὲ τῶν ὀφθαλμῶν αὐτοῦ οὐδὲν ἔβλεπεν· χειραγωγοῦντες δὲ αὐτὸν εἰσήγαγον εἰς δαμασκόν. (Atos dos Apóstolos 9, 8)
καὶ ἦν ἡμέρας τρεῖς μὴ βλέπων, καὶ οὐκ ἔφαγεν οὐδὲ ἔπιεν. (Atos dos Apóstolos 9, 9)
ἦν δέ τις μαθητὴς ἐν δαμασκῶ ὀνόματι ἁνανίας, καὶ εἶπεν πρὸς αὐτὸν ἐν ὁράματι ὁ κύριος, ἁνανία. ὁ δὲ εἶπεν, ἰδοὺ ἐγώ, κύριε. (Atos dos Apóstolos 9, 10)
ὁ δὲ κύριος πρὸς αὐτόν, ἀναστὰς πορεύθητι ἐπὶ τὴν ῥύμην τὴν καλουμένην εὐθεῖαν καὶ ζήτησον ἐν οἰκίᾳ ἰούδα σαῦλον ὀνόματι ταρσέα· ἰδοὺ γὰρ προσεύχεται, (Atos dos Apóstolos 9, 11)
ἀπεκρίθη δὲ ἁνανίας, κύριε, ἤκουσα ἀπὸ πολλῶν περὶ τοῦ ἀνδρὸς τούτου, ὅσα κακὰ τοῖς ἁγίοις σου ἐποίησεν ἐν ἰερουσαλήμ· (Atos dos Apóstolos 9, 13)
καὶ ὧδε ἔχει ἐξουσίαν παρὰ τῶν ἀρχιερέων δῆσαι πάντας τοὺς ἐπικαλουμένους τὸ ὄνομά σου. (Atos dos Apóstolos 9, 14)