Trouvé 17880 Résultats pour: Οἱ
μέλλων τε εἰσάγεσθαι εἰς τὴν παρεμβολὴν ὁ παῦλος λέγει τῶ χιλιάρχῳ, εἰ ἔξεστίν μοι εἰπεῖν τι πρὸς σέ; ὁ δὲ ἔφη, ἑλληνιστὶ γινώσκεις; (Atos dos Apóstolos 21, 37)
εἶπεν δὲ ὁ παῦλος, ἐγὼ ἄνθρωπος μέν εἰμι ἰουδαῖος, ταρσεὺς τῆς κιλικίας, οὐκ ἀσήμου πόλεως πολίτης· δέομαι δέ σου, ἐπίτρεψόν μοι λαλῆσαι πρὸς τὸν λαόν. (Atos dos Apóstolos 21, 39)
ἄνδρες ἀδελφοὶ καὶ πατέρες, ἀκούσατέ μου τῆς πρὸς ὑμᾶς νυνὶ ἀπολογίας _ (Atos dos Apóstolos 22, 1)
ἀκούσαντες δὲ ὅτι τῇ ἑβραΐδι διαλέκτῳ προσεφώνει αὐτοῖς μᾶλλον παρέσχον ἡσυχίαν. καὶ φησίν _ (Atos dos Apóstolos 22, 2)
ὡς καὶ ὁ ἀρχιερεὺς μαρτυρεῖ μοι καὶ πᾶν τὸ πρεσβυτέριον· παρ᾽ ὧν καὶ ἐπιστολὰς δεξάμενος πρὸς τοὺς ἀδελφοὺς εἰς δαμασκὸν ἐπορευόμην ἄξων καὶ τοὺς ἐκεῖσε ὄντας δεδεμένους εἰς ἰερουσαλὴμ ἵνα τιμωρηθῶσιν. (Atos dos Apóstolos 22, 5)
ἐγένετο δέ μοι πορευομένῳ καὶ ἐγγίζοντι τῇ δαμασκῶ περὶ μεσημβρίαν ἐξαίφνης ἐκ τοῦ οὐρανοῦ περιαστράψαι φῶς ἱκανὸν περὶ ἐμέ, (Atos dos Apóstolos 22, 6)
ἔπεσά τε εἰς τὸ ἔδαφος καὶ ἤκουσα φωνῆς λεγούσης μοι, σαοὺλ σαούλ, τί με διώκεις; (Atos dos Apóstolos 22, 7)
οἱ δὲ σὺν ἐμοὶ ὄντες τὸ μὲν φῶς ἐθεάσαντο τὴν δὲ φωνὴν οὐκ ἤκουσαν τοῦ λαλοῦντός μοι. (Atos dos Apóstolos 22, 9)
εἶπον δέ, τί ποιήσω, κύριε; ὁ δὲ κύριος εἶπεν πρός με, ἀναστὰς πορεύου εἰς δαμασκόν, κἀκεῖ σοι λαληθήσεται περὶ πάντων ὧν τέτακταί σοι ποιῆσαι. (Atos dos Apóstolos 22, 10)
ὡς δὲ οὐκ ἐνέβλεπον ἀπὸ τῆς δόξης τοῦ φωτὸς ἐκείνου, χειραγωγούμενος ὑπὸ τῶν συνόντων μοι ἦλθον εἰς δαμασκόν. (Atos dos Apóstolos 22, 11)
ἁνανίας δέ τις, ἀνὴρ εὐλαβὴς κατὰ τὸν νόμον, μαρτυρούμενος ὑπὸ πάντων τῶν κατοικούντων ἰουδαίων, (Atos dos Apóstolos 22, 12)
ἐλθὼν πρός με καὶ ἐπιστὰς εἶπέν μοι, σαοὺλ ἀδελφέ, ἀνάβλεψον· κἀγὼ αὐτῇ τῇ ὥρᾳ ἀνέβλεψα εἰς αὐτόν. (Atos dos Apóstolos 22, 13)