Trouvé 5241 Résultats pour: Μου
καὶ προσέθετο κύριος δηλωθῆναι ἐν Σηλωμ ὅτι ἀπεκαλύφθη κύριος πρὸς Σαμουηλ καὶ ἐπιστεύθη Σαμουηλ προφήτης γενέσθαι τῷ κυρίῳ εἰς πάντα Ισραηλ ἀπ’ ἄκρων τῆς γῆς καὶ ἕως ἄκρων καὶ Ηλι πρεσβύτης σφόδρα καὶ οἱ υἱοὶ αὐτοῦ πορευόμενοι ἐπορεύοντο καὶ πονηρὰ ἡ ὁδὸς αὐτῶν ἐνώπιον κυρίου (I Samuel 3, 21)
καὶ οἱ ἐν Βαιθσαμυς ἐθέριζον θερισμὸν πυρῶν ἐν κοιλάδι καὶ ἦραν ὀφθαλμοὺς αὐτῶν καὶ εἶδον κιβωτὸν κυρίου καὶ ηὐφράνθησαν εἰς ἀπάντησιν αὐτῆς (I Samuel 6, 13)
καὶ εἶπεν Σαμουηλ πρὸς πάντα οἶκον Ισραηλ λέγων εἰ ἐν ὅλῃ καρδίᾳ ὑμῶν ὑμεῖς ἐπιστρέφετε πρὸς κύριον περιέλετε τοὺς θεοὺς τοὺς ἀλλοτρίους ἐκ μέσου ὑμῶν καὶ τὰ ἄλση καὶ ἑτοιμάσατε τὰς καρδίας ὑμῶν πρὸς κύριον καὶ δουλεύσατε αὐτῷ μόνῳ καὶ ἐξελεῖται ὑμᾶς ἐκ χειρὸς ἀλλοφύλων (I Samuel 7, 3)
καὶ εἶπεν Σαμουηλ ἀθροίσατε πάντα Ισραηλ εἰς Μασσηφαθ καὶ προσεύξομαι περὶ ὑμῶν πρὸς κύριον (I Samuel 7, 5)
καὶ συνήχθησαν εἰς Μασσηφαθ καὶ ὑδρεύονται ὕδωρ καὶ ἐξέχεαν ἐνώπιον κυρίου ἐπὶ τὴν γῆν καὶ ἐνήστευσαν ἐν τῇ ἡμέρᾳ ἐκείνῃ καὶ εἶπαν ἡμαρτήκαμεν ἐνώπιον κυρίου καὶ ἐδίκαζεν Σαμουηλ τοὺς υἱοὺς Ισραηλ εἰς Μασσηφαθ (I Samuel 7, 6)
καὶ εἶπαν οἱ υἱοὶ Ισραηλ πρὸς Σαμουηλ μὴ παρασιωπήσῃς ἀφ’ ἡμῶν τοῦ μὴ βοᾶν πρὸς κύριον θεόν σου καὶ σώσει ἡμᾶς ἐκ χειρὸς ἀλλοφύλων (I Samuel 7, 8)
καὶ ἔλαβεν Σαμουηλ ἄρνα γαλαθηνὸν ἕνα καὶ ἀνήνεγκεν αὐτὸν ὁλοκαύτωσιν σὺν παντὶ τῷ λαῷ τῷ κυρίῳ καὶ ἐβόησεν Σαμουηλ πρὸς κύριον περὶ Ισραηλ καὶ ἐπήκουσεν αὐτοῦ κύριος (I Samuel 7, 9)
καὶ ἦν Σαμουηλ ἀναφέρων τὴν ὁλοκαύτωσιν καὶ ἀλλόφυλοι προσῆγον εἰς πόλεμον ἐπὶ Ισραηλ καὶ ἐβρόντησεν κύριος ἐν φωνῇ μεγάλῃ ἐν τῇ ἡμέρᾳ ἐκείνῃ ἐπὶ τοὺς ἀλλοφύλους καὶ συνεχύθησαν καὶ ἔπταισαν ἐνώπιον Ισραηλ (I Samuel 7, 10)
καὶ ἔλαβεν Σαμουηλ λίθον ἕνα καὶ ἔστησεν αὐτὸν ἀνὰ μέσον Μασσηφαθ καὶ ἀνὰ μέσον τῆς παλαιᾶς καὶ ἐκάλεσεν τὸ ὄνομα αὐτοῦ Αβενεζερ λίθος τοῦ βοηθοῦ καὶ εἶπεν ἕως ἐνταῦθα ἐβοήθησεν ἡμῖν κύριος (I Samuel 7, 12)
καὶ ἐταπείνωσεν κύριος τοὺς ἀλλοφύλους καὶ οὐ προσέθεντο ἔτι προσελθεῖν εἰς ὅριον Ισραηλ καὶ ἐγενήθη χεὶρ κυρίου ἐπὶ τοὺς ἀλλοφύλους πάσας τὰς ἡμέρας τοῦ Σαμουηλ (I Samuel 7, 13)
καὶ ἐδίκαζεν Σαμουηλ τὸν Ισραηλ πάσας τὰς ἡμέρας τῆς ζωῆς αὐτοῦ (I Samuel 7, 15)
καὶ ἐγένετο ὡς ἐγήρασεν Σαμουηλ καὶ κατέστησεν τοὺς υἱοὺς αὐτοῦ δικαστὰς τῷ Ισραηλ (I Samuel 8, 1)