Trouvé 5241 Résultats pour: Μου
καὶ ἀπέστειλεν Σαλωμων πρὸς Χιραμ βασιλέα Τύρου λέγων ὡς ἐποίησας μετὰ τοῦ πατρός μου Δαυιδ καὶ ἀπέστειλας αὐτῷ κέδρους τοῦ οἰκοδομῆσαι ἑαυτῷ οἶκον κατοικῆσαι ἐν αὐτῷ (II Crônicas 2, 2)
καὶ ἰδοὺ ἐγὼ ὁ υἱὸς αὐτοῦ οἰκοδομῶ οἶκον τῷ ὀνόματι κυρίου θεοῦ μου ἁγιάσαι αὐτὸν αὐτῷ τοῦ θυμιᾶν ἀπέναντι αὐτοῦ θυμίαμα καὶ πρόθεσιν διὰ παντὸς καὶ τοῦ ἀναφέρειν ὁλοκαυτώματα διὰ παντὸς τὸ πρωὶ καὶ τὸ δείλης καὶ ἐν τοῖς σαββάτοις καὶ ἐν ταῖς νουμηνίαις καὶ ἐν ταῖς ἑορταῖς τοῦ κυρίου θεοῦ ἡμῶν εἰς τὸν αἰῶνα τοῦτο ἐπὶ τὸν Ισραηλ (II Crônicas 2, 3)
καὶ νῦν ἀπόστειλόν μοι ἄνδρα σοφὸν καὶ εἰδότα τοῦ ποιῆσαι ἐν τῷ χρυσίῳ καὶ ἐν τῷ ἀργυρίῳ καὶ ἐν τῷ χαλκῷ καὶ ἐν τῷ σιδήρῳ καὶ ἐν τῇ πορφύρᾳ καὶ ἐν τῷ κοκκίνῳ καὶ ἐν τῇ ὑακίνθῳ καὶ ἐπιστάμενον γλύψαι γλυφὴν μετὰ τῶν σοφῶν τῶν μετ’ ἐμοῦ ἐν Ιουδα καὶ ἐν Ιερουσαλημ ὧν ἡτοίμασεν Δαυιδ ὁ πατήρ μου (II Crônicas 2, 6)
καὶ ἀπόστειλόν μοι ξύλα κέδρινα καὶ ἀρκεύθινα καὶ πεύκινα ἐκ τοῦ Λιβάνου ὅτι ἐγὼ οἶδα ὡς οἱ δοῦλοί σου οἴδασιν κόπτειν ξύλα ἐκ τοῦ Λιβάνου καὶ ἰδοὺ οἱ παῖδές σου μετὰ τῶν παίδων μου (II Crônicas 2, 7)
καὶ νῦν ἀπέσταλκά σοι ἄνδρα σοφὸν καὶ εἰδότα σύνεσιν τὸν Χιραμ τὸν πατέρα μου (II Crônicas 2, 12)
ἡ μήτηρ αὐτοῦ ἀπὸ θυγατέρων Δαν καὶ ὁ πατὴρ αὐτοῦ ἀνὴρ Τύριος εἰδότα ποιῆσαι ἐν χρυσίῳ καὶ ἐν ἀργυρίῳ καὶ ἐν χαλκῷ καὶ ἐν σιδήρῳ ἐν λίθοις καὶ ξύλοις καὶ ὑφαίνειν ἐν τῇ πορφύρᾳ καὶ ἐν τῇ ὑακίνθῳ καὶ ἐν τῇ βύσσῳ καὶ ἐν τῷ κοκκίνῳ καὶ γλύψαι γλυφὰς καὶ διανοεῖσθαι πᾶσαν διανόησιν ὅσα ἂν δῷς αὐτῷ μετὰ τῶν σοφῶν σου καὶ σοφῶν Δαυιδ κυρίου μου πατρός σου (II Crônicas 2, 13)
καὶ νῦν τὸν σῖτον καὶ τὴν κριθὴν καὶ τὸ ἔλαιον καὶ τὸν οἶνον ἃ εἶπεν ὁ κύριός μου ἀποστειλάτω τοῖς παισὶν αὐτοῦ (II Crônicas 2, 14)
καὶ εἶπεν εὐλογητὸς κύριος ὁ θεὸς Ισραηλ ὃς ἐλάλησεν ἐν στόματι αὐτοῦ πρὸς Δαυιδ τὸν πατέρα μου καὶ ἐν χερσὶν αὐτοῦ ἐπλήρωσεν λέγων (II Crônicas 6, 4)
ἀπὸ τῆς ἡμέρας ἧς ἀνήγαγον τὸν λαόν μου ἐκ γῆς Αἰγύπτου οὐκ ἐξελεξάμην ἐν πόλει ἀπὸ πασῶν φυλῶν Ισραηλ τοῦ οἰκοδομῆσαι οἶκον τοῦ εἶναι ὄνομά μου ἐκεῖ καὶ οὐκ ἐξελεξάμην ἐν ἀνδρὶ τοῦ εἶναι εἰς ἡγούμενον ἐπὶ τὸν λαόν μου Ισραηλ (II Crônicas 6, 5)
καὶ ἐξελεξάμην ἐν Ιερουσαλημ γενέσθαι τὸ ὄνομά μου ἐκεῖ καὶ ἐξελεξάμην ἐν Δαυιδ ὥστε εἶναι ἐπάνω τοῦ λαοῦ μου Ισραηλ (II Crônicas 6, 6)
καὶ ἐγένετο ἐπὶ καρδίαν Δαυιδ τοῦ πατρός μου τοῦ οἰκοδομῆσαι οἶκον τῷ ὀνόματι κυρίου θεοῦ Ισραηλ (II Crônicas 6, 7)
καὶ εἶπεν κύριος πρὸς Δαυιδ πατέρα μου διότι ἐγένετο ἐπὶ καρδίαν σου τοῦ οἰκοδομῆσαι οἶκον τῷ ὀνόματί μου καλῶς ἐποίησας ὅτι ἐγένετο ἐπὶ καρδίαν σου (II Crônicas 6, 8)