Mosaico decorativo

Trouvé 3104 Résultats pour: Κύριος

  • καὶ σύ υἱὲ ἀνθρώπου προφήτευσον ἐπὶ Γωγ καὶ εἰπόν τάδε λέγει κύριος ἰδοὺ ἐγὼ ἐπὶ σὲ Γωγ ἄρχοντα Ρως Μοσοχ καὶ Θοβελ (Ezequiel 39, 1)

  • ἐπὶ προσώπου τοῦ πεδίου πεσῇ ὅτι ἐγὼ ἐλάλησα λέγει κύριος (Ezequiel 39, 5)

  • καὶ ἀποστελῶ πῦρ ἐπὶ Γωγ καὶ κατοικηθήσονται αἱ νῆσοι ἐπ’ εἰρήνης καὶ γνώσονται ὅτι ἐγώ εἰμι κύριος (Ezequiel 39, 6)

  • καὶ τὸ ὄνομά μου τὸ ἅγιον γνωσθήσεται ἐν μέσῳ λαοῦ μου Ισραηλ καὶ οὐ βεβηλωθήσεται τὸ ὄνομά μου τὸ ἅγιον οὐκέτι καὶ γνώσονται τὰ ἔθνη ὅτι ἐγώ εἰμι κύριος ἅγιος ἐν Ισραηλ (Ezequiel 39, 7)

  • ἰδοὺ ἥκει καὶ γνώσῃ ὅτι ἔσται λέγει κύριος κύριος αὕτη ἐστὶν ἡ ἡμέρα ἐν ᾗ ἐλάλησα (Ezequiel 39, 8)

  • καὶ οὐ μὴ λάβωσιν ξύλα ἐκ τοῦ πεδίου οὐδὲ μὴ κόψωσιν ἐκ τῶν δρυμῶν ἀλλ’ ἢ τὰ ὅπλα κατακαύσουσιν πυρί καὶ προνομεύσουσιν τοὺς προνομεύσαντας αὐτοὺς καὶ σκυλεύσουσιν τοὺς σκυλεύσαντας αὐτούς λέγει κύριος (Ezequiel 39, 10)

  • καὶ κατορύξουσιν αὐτοὺς πᾶς ὁ λαὸς τῆς γῆς καὶ ἔσται αὐτοῖς εἰς ὀνομαστὸν ᾗ ἡμέρᾳ ἐδοξάσθην λέγει κύριος (Ezequiel 39, 13)

  • καὶ σύ υἱὲ ἀνθρώπου εἰπόν τάδε λέγει κύριος εἰπὸν παντὶ ὀρνέῳ πετεινῷ καὶ πρὸς πάντα τὰ θηρία τοῦ πεδίου συνάχθητε καὶ ἔρχεσθε συνάχθητε ἀπὸ πάντων τῶν περικύκλῳ ἐπὶ τὴν θυσίαν μου ἣν τέθυκα ὑμῖν θυσίαν μεγάλην ἐπὶ τὰ ὄρη Ισραηλ καὶ φάγεσθε κρέα καὶ πίεσθε αἷμα (Ezequiel 39, 17)

  • καὶ ἐμπλησθήσεσθε ἐπὶ τῆς τραπέζης μου ἵππον καὶ ἀναβάτην γίγαντα καὶ πάντα ἄνδρα πολεμιστήν λέγει κύριος (Ezequiel 39, 20)

  • καὶ γνώσονται οἶκος Ισραηλ ὅτι ἐγώ εἰμι κύριος ὁ θεὸς αὐτῶν ἀπὸ τῆς ἡμέρας ταύτης καὶ ἐπέκεινα (Ezequiel 39, 22)

  • διὰ τοῦτο τάδε λέγει κύριος κύριος νῦν ἀποστρέψω τὴν αἰχμαλωσίαν Ιακωβ καὶ ἐλεήσω τὸν οἶκον Ισραηλ καὶ ζηλώσω διὰ τὸ ὄνομα τὸ ἅγιόν μου (Ezequiel 39, 25)

  • καὶ γνώσονται ὅτι ἐγώ εἰμι κύριος ὁ θεὸς αὐτῶν ἐν τῷ ἐπιφανῆναί με αὐτοῖς ἐν τοῖς ἔθνεσιν (Ezequiel 39, 28)


"A prática das bem-aventuranças não requer atos de heroísmo, mas a aceitação simples e humilde das provações." São Padre Pio de Pietrelcina