Trouvé 27855 Résultats pour: Καὶ
καὶ ἑκάστου δὲ τόπου τοὺς πρεσβυτέρους καὶ τοὺς κριτὰς ἕως τοῦ λῦσαι τὴν ὀργὴν τοῦ κυρίου ἀφ’ ἡμῶν τοῦ πράγματος τούτου (Esdras 9, 13)
Ιωναθας Αζαηλου καὶ Ιεζιας Θοκανου ἐπεδέξαντο κατὰ ταῦτα καὶ Μοσολλαμος καὶ Λευις καὶ Σαββαταιος συνεβράβευσαν αὐτοῖς (Esdras 9, 14)
καὶ ἐποίησαν κατὰ πάντα ταῦτα οἱ ἐκ τῆς αἰχμαλωσίας (Esdras 9, 15)
καὶ ἐπελέξατο ἑαυτῷ Εσδρας ὁ ἱερεὺς ἄνδρας ἡγουμένους τῶν πατριῶν αὐτῶν κατ’ ὄνομα πάντας καὶ συνεκάθισαν τῇ νουμηνίᾳ τοῦ μηνὸς τοῦ δεκάτου ἐτάσαι τὸ πρᾶγμα (Esdras 9, 16)
καὶ ἤχθη ἐπὶ πέρας τὰ κατὰ τοὺς ἄνδρας τοὺς ἐπισυνέχοντας γυναῖκας ἀλλογενεῖς ἕως τῆς νουμηνίας τοῦ πρώτου μηνός (Esdras 9, 17)
καὶ εὑρέθησαν τῶν ἱερέων οἱ ἐπισυναχθέντες ἀλλογενεῖς γυναῖκας ἔχοντες (Esdras 9, 18)
ἐκ τῶν υἱῶν Ἰησοῦ τοῦ Ιωσεδεκ καὶ τῶν ἀδελφῶν Μασηας καὶ Ελεαζαρος καὶ Ιωριβος καὶ Ιωδανος (Esdras 9, 19)
καὶ ἐπέβαλον τὰς χεῖρας ἐκβαλεῖν τὰς γυναῖκας αὐτῶν καὶ εἰς ἐξιλασμὸν κριοὺς ὑπὲρ τῆς ἀγνοίας αὐτῶν (Esdras 9, 20)
καὶ ἐκ τῶν υἱῶν Εμμηρ Ανανιας καὶ Ζαβδαιος καὶ Μανης καὶ Σαμαιος καὶ Ιιηλ καὶ Αζαριας (Esdras 9, 21)
καὶ ἐκ τῶν υἱῶν Φαισουρ Ελιωναις Μασσιας Ισμαηλος καὶ Ναθαναηλος καὶ Ωκιδηλος καὶ Σαλθας (Esdras 9, 22)
καὶ ἐκ τῶν Λευιτῶν Ιωζαβδος καὶ Σεμεϊς καὶ Κωλιος οὗτος Καλιτας καὶ Παθαιος καὶ Ωουδας καὶ Ιωανας (Esdras 9, 23)
ἐκ τῶν θυρωρῶν Σαλλουμος καὶ Τολβανης (Esdras 9, 25)