Trouvé 27855 Résultats pour: Καὶ
καὶ πᾶς ὁ λαὸς ἐσάλπισαν καὶ ἐβόησαν φωνῇ μεγάλῃ ὑμνοῦντες τῷ κυρίῳ ἐπὶ τῇ ἐγέρσει τοῦ οἴκου τοῦ κυρίου (Esdras 5, 59)
καὶ ἤλθοσαν ἐκ τῶν ἱερέων τῶν Λευιτῶν καὶ τῶν προκαθημένων κατὰ τὰς πατριὰς αὐτῶν οἱ πρεσβύτεροι οἱ ἑωρακότες τὸν πρὸ τούτου οἶκον πρὸς τὴν τούτου οἰκοδομὴν μετὰ κραυγῆς καὶ κλαυθμοῦ μεγάλου (Esdras 5, 60)
καὶ πολλοὶ διὰ σαλπίγγων καὶ χαρᾶς μεγάλῃ τῇ φωνῇ (Esdras 5, 61)
καὶ ἀκούσαντες οἱ ἐχθροὶ τῆς φυλῆς Ιουδα καὶ Βενιαμιν ἤλθοσαν ἐπιγνῶναι τίς ἡ φωνὴ τῶν σαλπίγγων (Esdras 5, 63)
καὶ ἐπέγνωσαν ὅτι οἱ ἐκ τῆς αἰχμαλωσίας οἰκοδομοῦσιν τὸν ναὸν τῷ κυρίῳ θεῷ Ισραηλ (Esdras 5, 64)
καὶ προσελθόντες τῷ Ζοροβαβελ καὶ Ἰησοῦ καὶ τοῖς ἡγουμένοις τῶν πατριῶν λέγουσιν αὐτοῖς συνοικοδομήσομεν ὑμῖν (Esdras 5, 65)
ὁμοίως γὰρ ὑμῖν ἀκούομεν τοῦ κυρίου ὑμῶν καὶ αὐτῷ ἐπιθύομεν ἀπὸ ἡμερῶν Ασβασαρεθ βασιλέως Ἀσσυρίων ὃς μετήγαγεν ἡμᾶς ἐνταῦθα (Esdras 5, 66)
καὶ εἶπεν αὐτοῖς Ζοροβαβελ καὶ Ἰησοῦς καὶ οἱ ἡγούμενοι τῶν πατριῶν τοῦ Ισραηλ οὐχ ὑμῖν καὶ ἡμῖν τοῦ οἰκοδομῆσαι τὸν οἶκον κυρίῳ τῷ θεῷ ἡμῶν (Esdras 5, 67)
τὰ δὲ ἔθνη τῆς γῆς ἐπικείμενα τοῖς ἐν τῇ Ιουδαίᾳ καὶ πολιορκοῦντες εἶργον τοῦ οἰκοδομεῖν (Esdras 5, 69)
καὶ ἐπιβουλὰς καὶ δημαγωγίας καὶ ἐπισυστάσεις ποιούμενοι ἀπεκώλυσαν τοῦ ἐπιτελεσθῆναι τὴν οἰκοδομὴν πάντα τὸν χρόνον τῆς ζωῆς τοῦ βασιλέως Κύρου (Esdras 5, 70)
καὶ εἴρχθησαν τῆς οἰκοδομῆς ἔτη δύο ἕως τῆς Δαρείου βασιλείας (Esdras 5, 71)
ἐν δὲ τῷ δευτέρῳ ἔτει τῆς τοῦ Δαρείου βασιλείας ἐπροφήτευσεν Αγγαιος καὶ Ζαχαριας ὁ τοῦ Εδδι οἱ προφῆται ἐπὶ τοὺς Ιουδαίους τοὺς ἐν τῇ Ιουδαίᾳ καὶ Ιερουσαλημ ἐπὶ τῷ ὀνόματι κυρίου θεοῦ Ισραηλ ἐπ’ αὐτούς (Esdras 6, 1)