Trouvé 27855 Résultats pour: Καὶ
καὶ εἶδεν καὶ ἰδοὺ ὁ βασιλεὺς εἱστήκει ἐπὶ τοῦ στύλου κατὰ τὸ κρίμα καὶ οἱ ᾠδοὶ καὶ αἱ σάλπιγγες πρὸς τὸν βασιλέα καὶ πᾶς ὁ λαὸς τῆς γῆς χαίρων καὶ σαλπίζων ἐν σάλπιγξιν καὶ διέρρηξεν Γοθολια τὰ ἱμάτια ἑαυτῆς καὶ ἐβόησεν σύνδεσμος σύνδεσμος (II Reis 11, 14)
καὶ ἐνετείλατο Ιωδαε ὁ ἱερεὺς τοῖς ἑκατοντάρχαις τοῖς ἐπισκόποις τῆς δυνάμεως καὶ εἶπεν πρὸς αὐτούς ἐξαγάγετε αὐτὴν ἔσωθεν τῶν σαδηρωθ καὶ ὁ εἰσπορευόμενος ὀπίσω αὐτῆς θανάτῳ θανατωθήσεται ῥομφαίᾳ ὅτι εἶπεν ὁ ἱερεύς καὶ μὴ ἀποθάνῃ ἐν οἴκῳ κυρίου (II Reis 11, 15)
καὶ ἐπέθηκαν αὐτῇ χεῖρας καὶ εἰσῆλθεν ὁδὸν εἰσόδου τῶν ἵππων οἴκου τοῦ βασιλέως καὶ ἀπέθανεν ἐκεῖ (II Reis 11, 16)
καὶ διέθετο Ιωδαε διαθήκην ἀνὰ μέσον κυρίου καὶ ἀνὰ μέσον τοῦ βασιλέως καὶ ἀνὰ μέσον τοῦ λαοῦ τοῦ εἶναι εἰς λαὸν τῷ κυρίῳ καὶ ἀνὰ μέσον τοῦ βασιλέως καὶ ἀνὰ μέσον τοῦ λαοῦ (II Reis 11, 17)
καὶ εἰσῆλθεν πᾶς ὁ λαὸς τῆς γῆς εἰς οἶκον τοῦ Βααλ καὶ κατέσπασαν αὐτὸν καὶ τὰ θυσιαστήρια αὐτοῦ καὶ τὰς εἰκόνας αὐτοῦ συνέτριψαν ἀγαθῶς καὶ τὸν Ματθαν τὸν ἱερέα τοῦ Βααλ ἀπέκτειναν κατὰ πρόσωπον τῶν θυσιαστηρίων καὶ ἔθηκεν ὁ ἱερεὺς ἐπισκόπους εἰς τὸν οἶκον κυρίου (II Reis 11, 18)
καὶ ἔλαβεν τοὺς ἑκατοντάρχους καὶ τὸν Χορρι καὶ τὸν Ρασιμ καὶ πάντα τὸν λαὸν τῆς γῆς καὶ κατήγαγον τὸν βασιλέα ἐξ οἴκου κυρίου καὶ εἰσῆλθεν ὁδὸν πύλης τῶν παρατρεχόντων οἴκου τοῦ βασιλέως καὶ ἐκάθισαν αὐτὸν ἐπὶ τοῦ θρόνου τῶν βασιλέων (II Reis 11, 19)
καὶ ἐχάρη πᾶς ὁ λαὸς τῆς γῆς καὶ ἡ πόλις ἡσύχασεν καὶ τὴν Γοθολιαν ἐθανάτωσαν ἐν ῥομφαίᾳ ἐν οἴκῳ τοῦ βασιλέως (II Reis 11, 20)
ἐν ἔτει ἑβδόμῳ τῷ Ιου ἐβασίλευσεν Ιωας καὶ τεσσαράκοντα ἔτη ἐβασίλευσεν ἐν Ιερουσαλημ καὶ ὄνομα τῆς μητρὸς αὐτοῦ Αβια ἐκ τῆς Βηρσαβεε (II Reis 12, 2)
καὶ ἐποίησεν Ιωας τὸ εὐθὲς ἐνώπιον κυρίου πάσας τὰς ἡμέρας ἃς ἐφώτισεν αὐτὸν Ιωδαε ὁ ἱερεύς (II Reis 12, 3)
πλὴν τῶν ὑψηλῶν οὐ μετεστάθησαν καὶ ἐκεῖ ἔτι ὁ λαὸς ἐθυσίαζεν καὶ ἐθυμίων ἐν τοῖς ὑψηλοῖς (II Reis 12, 4)
καὶ εἶπεν Ιωας πρὸς τοὺς ἱερεῖς πᾶν τὸ ἀργύριον τῶν ἁγίων τὸ εἰσοδιαζόμενον ἐν τῷ οἴκῳ κυρίου ἀργύριον συντιμήσεως ἀνὴρ ἀργύριον λαβὼν συντιμήσεως πᾶν ἀργύριον ὃ ἐὰν ἀναβῇ ἐπὶ καρδίαν ἀνδρὸς ἐνεγκεῖν ἐν οἴκῳ κυρίου (II Reis 12, 5)
λαβέτωσαν ἑαυτοῖς οἱ ἱερεῖς ἀνὴρ ἀπὸ τῆς πράσεως αὐτῶν καὶ αὐτοὶ κρατήσουσιν τὸ βεδεκ τοῦ οἴκου εἰς πάντα οὗ ἐὰν εὑρεθῇ ἐκεῖ βεδεκ (II Reis 12, 6)