Trouvé 27855 Résultats pour: Καὶ
καὶ ἐγενήθη μετὰ ταῦτα καὶ ἐπάταξεν καρδία Δαυιδ αὐτόν ὅτι ἀφεῖλεν τὸ πτερύγιον τῆς διπλοΐδος αὐτοῦ (I Samuel 24, 6)
καὶ εἶπεν Δαυιδ πρὸς τοὺς ἄνδρας αὐτοῦ μηδαμῶς μοι παρὰ κυρίου εἰ ποιήσω τὸ ῥῆμα τοῦτο τῷ κυρίῳ μου τῷ χριστῷ κυρίου ἐπενέγκαι χεῖρά μου ἐπ’ αὐτόν ὅτι χριστὸς κυρίου ἐστὶν οὗτος (I Samuel 24, 7)
καὶ ἔπεισεν Δαυιδ τοὺς ἄνδρας αὐτοῦ ἐν λόγοις καὶ οὐκ ἔδωκεν αὐτοῖς ἀναστάντας θανατῶσαι τὸν Σαουλ καὶ ἀνέστη Σαουλ καὶ κατέβη εἰς τὴν ὁδόν (I Samuel 24, 8)
καὶ ἀνέστη Δαυιδ ὀπίσω αὐτοῦ ἐκ τοῦ σπηλαίου καὶ ἐβόησεν Δαυιδ ὀπίσω Σαουλ λέγων κύριε βασιλεῦ καὶ ἐπέβλεψεν Σαουλ εἰς τὰ ὀπίσω αὐτοῦ καὶ ἔκυψεν Δαυιδ ἐπὶ πρόσωπον αὐτοῦ ἐπὶ τὴν γῆν καὶ προσεκύνησεν αὐτῷ (I Samuel 24, 9)
καὶ εἶπεν Δαυιδ πρὸς Σαουλ ἵνα τί ἀκούεις τῶν λόγων τοῦ λαοῦ λεγόντων ἰδοὺ Δαυιδ ζητεῖ τὴν ψυχήν σου (I Samuel 24, 10)
ἰδοὺ ἐν τῇ ἡμέρᾳ ταύτῃ ἑοράκασιν οἱ ὀφθαλμοί σου ὡς παρέδωκέν σε κύριος σήμερον εἰς χεῖρά μου ἐν τῷ σπηλαίῳ καὶ οὐκ ἠβουλήθην ἀποκτεῖναί σε καὶ ἐφεισάμην σου καὶ εἶπα οὐκ ἐποίσω χεῖρά μου ἐπὶ κύριόν μου ὅτι χριστὸς κυρίου οὗτός ἐστιν (I Samuel 24, 11)
καὶ ἰδοὺ τὸ πτερύγιον τῆς διπλοΐδος σου ἐν τῇ χειρί μου ἐγὼ ἀφῄρηκα τὸ πτερύγιον καὶ οὐκ ἀπέκταγκά σε καὶ γνῶθι καὶ ἰδὲ σήμερον ὅτι οὐκ ἔστιν κακία ἐν τῇ χειρί μου οὐδὲ ἀσέβεια καὶ ἀθέτησις καὶ οὐχ ἡμάρτηκα εἰς σέ καὶ σὺ δεσμεύεις τὴν ψυχήν μου λαβεῖν αὐτήν (I Samuel 24, 12)
δικάσαι κύριος ἀνὰ μέσον ἐμοῦ καὶ σοῦ καὶ ἐκδικήσαι με κύριος ἐκ σοῦ καὶ ἡ χείρ μου οὐκ ἔσται ἐπὶ σοί (I Samuel 24, 13)
καθὼς λέγεται ἡ παραβολὴ ἡ ἀρχαία ἐξ ἀνόμων ἐξελεύσεται πλημμέλεια καὶ ἡ χείρ μου οὐκ ἔσται ἐπὶ σέ (I Samuel 24, 14)
καὶ νῦν ὀπίσω τίνος σὺ ἐκπορεύῃ βασιλεῦ Ισραηλ ὀπίσω τίνος καταδιώκεις σύ ὀπίσω κυνὸς τεθνηκότος καὶ ὀπίσω ψύλλου ἑνός (I Samuel 24, 15)
γένοιτο κύριος εἰς κριτὴν καὶ δικαστὴν ἀνὰ μέσον ἐμοῦ καὶ ἀνὰ μέσον σοῦ ἴδοι κύριος καὶ κρίναι τὴν κρίσιν μου καὶ δικάσαι μοι ἐκ χειρός σου (I Samuel 24, 16)
καὶ ἐγένετο ὡς συνετέλεσεν Δαυιδ τὰ ῥήματα ταῦτα λαλῶν πρὸς Σαουλ καὶ εἶπεν Σαουλ ἦ φωνή σου αὕτη τέκνον Δαυιδ καὶ ἦρεν τὴν φωνὴν αὐτοῦ Σαουλ καὶ ἔκλαυσεν (I Samuel 24, 17)