Trouvé 27855 Résultats pour: Καὶ
καὶ οὐχ εὖρον πολλῶν προσελθόντων ψευδομαρτύρων. ὕστερον δὲ προσελθόντες δύο (São Mateus 26, 60)
εἶπαν, οὖτος ἔφη, δύναμαι καταλῦσαι τὸν ναὸν τοῦ θεοῦ καὶ διὰ τριῶν ἡμερῶν οἰκοδομῆσαι. (São Mateus 26, 61)
καὶ ἀναστὰς ὁ ἀρχιερεὺς εἶπεν αὐτῶ, οὐδὲν ἀποκρίνῃ; τί οὖτοί σου καταμαρτυροῦσιν; (São Mateus 26, 62)
ὁ δὲ ἰησοῦς ἐσιώπα. καὶ ὁ ἀρχιερεὺς εἶπεν αὐτῶ, ἐξορκίζω σε κατὰ τοῦ θεοῦ τοῦ ζῶντος ἵνα ἡμῖν εἴπῃς εἰ σὺ εἶ ὁ χριστὸς ὁ υἱὸς τοῦ θεοῦ. (São Mateus 26, 63)
λέγει αὐτῶ ὁ ἰησοῦς, σὺ εἶπας· πλὴν λέγω ὑμῖν, ἀπ᾽ ἄρτι ὄψεσθε τὸν υἱὸν τοῦ ἀνθρώπου καθήμενον ἐκ δεξιῶν τῆς δυνάμεως καὶ ἐρχόμενον ἐπὶ τῶν νεφελῶν τοῦ οὐρανοῦ. (São Mateus 26, 64)
τότε ἐνέπτυσαν εἰς τὸ πρόσωπον αὐτοῦ καὶ ἐκολάφισαν αὐτόν, οἱ δὲ ἐράπισαν (São Mateus 26, 67)
ὁ δὲ πέτρος ἐκάθητο ἔξω ἐν τῇ αὐλῇ· καὶ προσῆλθεν αὐτῶ μία παιδίσκη λέγουσα, καὶ σὺ ἦσθα μετὰ ἰησοῦ τοῦ γαλιλαίου. (São Mateus 26, 69)
ἐξελθόντα δὲ εἰς τὸν πυλῶνα εἶδεν αὐτὸν ἄλλη καὶ λέγει τοῖς ἐκεῖ, οὖτος ἦν μετὰ ἰησοῦ τοῦ ναζωραίου. (São Mateus 26, 71)
καὶ πάλιν ἠρνήσατο μετὰ ὅρκου ὅτι οὐκ οἶδα τὸν ἄνθρωπον. (São Mateus 26, 72)
μετὰ μικρὸν δὲ προσελθόντες οἱ ἑστῶτες εἶπον τῶ πέτρῳ, ἀληθῶς καὶ σὺ ἐξ αὐτῶν εἶ, καὶ γὰρ ἡ λαλιά σου δῆλόν σε ποιεῖ. (São Mateus 26, 73)
τότε ἤρξατο καταθεματίζειν καὶ ὀμνύειν ὅτι οὐκ οἶδα τὸν ἄνθρωπον. καὶ εὐθέως ἀλέκτωρ ἐφώνησεν. (São Mateus 26, 74)
καὶ ἐμνήσθη ὁ πέτρος τοῦ ῥήματος ἰησοῦ εἰρηκότος ὅτι πρὶν ἀλέκτορα φωνῆσαι τρὶς ἀπαρνήσῃ με· καὶ ἐξελθὼν ἔξω ἔκλαυσεν πικρῶς. (São Mateus 26, 75)