Trouvé 27855 Résultats pour: Καὶ
ἐξένηψεν δὲ Νωε ἀπὸ τοῦ οἴνου καὶ ἔγνω ὅσα ἐποίησεν αὐτῷ ὁ υἱὸς αὐτοῦ ὁ νεώτερος (Gênesis 9, 24)
καὶ εἶπεν ἐπικατάρατος Χανααν παῖς οἰκέτης ἔσται τοῖς ἀδελφοῖς αὐτοῦ (Gênesis 9, 25)
καὶ εἶπεν εὐλογητὸς κύριος ὁ θεὸς τοῦ Σημ καὶ ἔσται Χανααν παῖς αὐτοῦ (Gênesis 9, 26)
πλατύναι ὁ θεὸς τῷ Ιαφεθ καὶ κατοικησάτω ἐν τοῖς οἴκοις τοῦ Σημ καὶ γενηθήτω Χανααν παῖς αὐτῶν (Gênesis 9, 27)
καὶ ἐγένοντο πᾶσαι αἱ ἡμέραι Νωε ἐννακόσια πεντήκοντα ἔτη καὶ ἀπέθανεν (Gênesis 9, 29)
αὗται δὲ αἱ γενέσεις τῶν υἱῶν Νωε Σημ Χαμ Ιαφεθ καὶ ἐγενήθησαν αὐτοῖς υἱοὶ μετὰ τὸν κατακλυσμόν (Gênesis 10, 1)
υἱοὶ Ιαφεθ Γαμερ καὶ Μαγωγ καὶ Μαδαι καὶ Ιωυαν καὶ Ελισα καὶ Θοβελ καὶ Μοσοχ καὶ Θιρας (Gênesis 10, 2)
καὶ υἱοὶ Γαμερ Ασχαναζ καὶ Ριφαθ καὶ Θοργαμα (Gênesis 10, 3)
καὶ υἱοὶ Ιωυαν Ελισα καὶ Θαρσις Κίτιοι Ῥόδιοι (Gênesis 10, 4)
ἐκ τούτων ἀφωρίσθησαν νῆσοι τῶν ἐθνῶν ἐν τῇ γῇ αὐτῶν ἕκαστος κατὰ γλῶσσαν ἐν ταῖς φυλαῖς αὐτῶν καὶ ἐν τοῖς ἔθνεσιν αὐτῶν (Gênesis 10, 5)
υἱοὶ δὲ Χαμ Χους καὶ Μεσραιμ Φουδ καὶ Χανααν (Gênesis 10, 6)
υἱοὶ δὲ Χους Σαβα καὶ Ευιλα καὶ Σαβαθα καὶ Ρεγμα καὶ Σαβακαθα υἱοὶ δὲ Ρεγμα Σαβα καὶ Δαδαν (Gênesis 10, 7)