Mosaico decorativo

Trouvé 27855 Résultats pour: Καὶ

  • καὶ ἔδωκα ἐνώτιον περὶ τὸν μυκτῆρά σου καὶ τροχίσκους ἐπὶ τὰ ὦτά σου καὶ στέφανον καυχήσεως ἐπὶ τὴν κεφαλήν σου (Ezequiel 16, 12)

  • καὶ ἐκοσμήθης χρυσίῳ καὶ ἀργυρίῳ καὶ τὰ περιβόλαιά σου βύσσινα καὶ τρίχαπτα καὶ ποικίλα σεμίδαλιν καὶ ἔλαιον καὶ μέλι ἔφαγες καὶ ἐγένου καλὴ σφόδρα (Ezequiel 16, 13)

  • καὶ ἐξῆλθέν σου ὄνομα ἐν τοῖς ἔθνεσιν ἐν τῷ κάλλει σου διότι συντετελεσμένον ἦν ἐν εὐπρεπείᾳ ἐν τῇ ὡραιότητι ᾗ ἔταξα ἐπὶ σέ λέγει κύριος (Ezequiel 16, 14)

  • καὶ ἐπεποίθεις ἐν τῷ κάλλει σου καὶ ἐπόρνευσας ἐπὶ τῷ ὀνόματί σου καὶ ἐξέχεας τὴν πορνείαν σου ἐπὶ πάντα πάροδον ὃ οὐκ ἔσται (Ezequiel 16, 15)

  • καὶ ἔλαβες ἐκ τῶν ἱματίων σου καὶ ἐποίησας σεαυτῇ εἴδωλα ῥαπτὰ καὶ ἐξεπόρνευσας ἐπ’ αὐτά καὶ οὐ μὴ εἰσέλθῃς οὐδὲ μὴ γένηται (Ezequiel 16, 16)

  • καὶ ἔλαβες τὰ σκεύη τῆς καυχήσεώς σου ἐκ τοῦ χρυσίου μου καὶ ἐκ τοῦ ἀργυρίου μου ἐξ ὧν ἔδωκά σοι καὶ ἐποίησας σεαυτῇ εἰκόνας ἀρσενικὰς καὶ ἐξεπόρνευσας ἐν αὐταῖς (Ezequiel 16, 17)

  • καὶ ἔλαβες τὸν ἱματισμὸν τὸν ποικίλον σου καὶ περιέβαλες αὐτὰ καὶ τὸ ἔλαιόν μου καὶ τὸ θυμίαμά μου ἔθηκας πρὸ προσώπου αὐτῶν (Ezequiel 16, 18)

  • καὶ τοὺς ἄρτους μου οὓς ἔδωκά σοι σεμίδαλιν καὶ ἔλαιον καὶ μέλι ἐψώμισά σε καὶ ἔθηκας αὐτὰ πρὸ προσώπου αὐτῶν εἰς ὀσμὴν εὐωδίας καὶ ἐγένετο λέγει κύριος (Ezequiel 16, 19)

  • καὶ ἔλαβες τοὺς υἱούς σου καὶ τὰς θυγατέρας σου ἃς ἐγέννησας καὶ ἔθυσας αὐτὰ αὐτοῖς εἰς ἀνάλωσιν ὡς μικρὰ ἐξεπόρνευσας (Ezequiel 16, 20)

  • καὶ ἔσφαξας τὰ τέκνα σου καὶ ἔδωκας αὐτὰ ἐν τῷ ἀποτροπιάζεσθαί σε ἐν αὐτοῖς (Ezequiel 16, 21)

  • τοῦτο παρὰ πᾶσαν τὴν πορνείαν σου καὶ οὐκ ἐμνήσθης τὰς ἡμέρας τῆς νηπιότητός σου ὅτε ἦσθα γυμνὴ καὶ ἀσχημονοῦσα καὶ πεφυρμένη ἐν τῷ αἵματί σου ἔζησας (Ezequiel 16, 22)

  • καὶ ἐγένετο μετὰ πάσας τὰς κακίας σου λέγει κύριος (Ezequiel 16, 23)


"No tumulto das paixões terrenas, surge a grande esperança da misericórdia inexorável de Deus." São Padre Pio de Pietrelcina