Trouvé 27855 Résultats pour: Καὶ
ὅτι κύριος κριτής ἐστιν καὶ οὐκ ἔστιν παρ’ αὐτῷ δόξα προσώπου (Eclesiástico 35, 12)
οὐ λήμψεται πρόσωπον ἐπὶ πτωχοῦ καὶ δέησιν ἠδικημένου εἰσακούσεται (Eclesiástico 35, 13)
οὐ μὴ ὑπερίδῃ ἱκετείαν ὀρφανοῦ καὶ χήραν ἐὰν ἐκχέῃ λαλιάν (Eclesiástico 35, 14)
οὐχὶ δάκρυα χήρας ἐπὶ σιαγόνα καταβαίνει καὶ ἡ καταβόησις ἐπὶ τῷ καταγαγόντι αὐτά (Eclesiástico 35, 15)
θεραπεύων ἐν εὐδοκίᾳ δεχθήσεται καὶ ἡ δέησις αὐτοῦ ἕως νεφελῶν συνάψει (Eclesiástico 35, 16)
προσευχὴ ταπεινοῦ νεφέλας διῆλθεν καὶ ἕως συνεγγίσῃ οὐ μὴ παρακληθῇ (Eclesiástico 35, 17)
καὶ οὐ μὴ ἀποστῇ ἕως ἐπισκέψηται ὁ ὕψιστος καὶ κρινεῖ δικαίοις καὶ ποιήσει κρίσιν (Eclesiástico 35, 18)
καὶ ὁ κύριος οὐ μὴ βραδύνῃ οὐδὲ μὴ μακροθυμήσῃ ἐπ’ αὐτοῖς (Eclesiástico 35, 19)
ἕως ἂν συντρίψῃ ὀσφὺν ἀνελεημόνων καὶ τοῖς ἔθνεσιν ἀνταποδώσει ἐκδίκησιν (Eclesiástico 35, 20)
ἕως ἐξάρῃ πλῆθος ὑβριστῶν καὶ σκῆπτρα ἀδίκων συντρίψει (Eclesiástico 35, 21)
ἕως ἀνταποδῷ ἀνθρώπῳ κατὰ τὰς πράξεις αὐτοῦ καὶ τὰ ἔργα τῶν ἀνθρώπων κατὰ τὰ ἐνθυμήματα αὐτῶν (Eclesiástico 35, 22)
ἕως κρίνῃ τὴν κρίσιν τοῦ λαοῦ αὐτοῦ καὶ εὐφρανεῖ αὐτοὺς ἐν τῷ ἐλέει αὐτοῦ (Eclesiástico 35, 23)