Mosaico decorativo

Trouvé 27855 Résultats pour: Καὶ

  • ἰδοὺ ὁ οὐρανὸς καὶ ὁ οὐρανὸς τοῦ οὐρανοῦ ἄβυσσος καὶ γῆ ἐν τῇ ἐπισκοπῇ αὐτοῦ σαλευθήσονται (Eclesiástico 16, 18)

  • ἅμα τὰ ὄρη καὶ τὰ θεμέλια τῆς γῆς ἐν τῷ ἐπιβλέψαι εἰς αὐτὰ τρόμῳ συσσείονται (Eclesiástico 16, 19)

  • καὶ ἐπ’ αὐτοῖς οὐ διανοηθήσεται καρδία καὶ τὰς ὁδοὺς αὐτοῦ τίς ἐνθυμηθήσεται (Eclesiástico 16, 20)

  • καὶ καταιγίς ἣν οὐκ ὄψεται ἄνθρωπος τὰ δὲ πλείονα τῶν ἔργων αὐτοῦ ἐν ἀποκρύφοις (Eclesiástico 16, 21)

  • ἔργα δικαιοσύνης τίς ἀναγγελεῖ ἢ τίς ὑπομενεῖ μακρὰν γὰρ ἡ διαθήκη (Eclesiástico 16, 22)

  • ἐλαττούμενος καρδίᾳ διανοεῖται ταῦτα καὶ ἀνὴρ ἄφρων καὶ πλανώμενος διανοεῖται μωρά (Eclesiástico 16, 23)

  • ἄκουσόν μου τέκνον καὶ μάθε ἐπιστήμην καὶ ἐπὶ τῶν λόγων μου πρόσεχε τῇ καρδίᾳ σου (Eclesiástico 16, 24)

  • ἐκφανῶ ἐν σταθμῷ παιδείαν καὶ ἐν ἀκριβείᾳ ἀπαγγελῶ ἐπιστήμην (Eclesiástico 16, 25)

  • ἐν κρίσει κυρίου τὰ ἔργα αὐτοῦ ἀπ’ ἀρχῆς καὶ ἀπὸ ποιήσεως αὐτῶν διέστειλεν μερίδας αὐτῶν (Eclesiástico 16, 26)

  • ἐκόσμησεν εἰς αἰῶνα τὰ ἔργα αὐτοῦ καὶ τὰς ἀρχὰς αὐτῶν εἰς γενεὰς αὐτῶν οὔτε ἐπείνασαν οὔτε ἐκοπίασαν καὶ οὐκ ἐξέλιπον ἀπὸ τῶν ἔργων αὐτῶν (Eclesiástico 16, 27)

  • ἕκαστος τὸν πλησίον αὐτοῦ οὐκ ἐξέθλιψεν καὶ ἕως αἰῶνος οὐκ ἀπειθήσουσιν τοῦ ῥήματος αὐτοῦ (Eclesiástico 16, 28)

  • καὶ μετὰ ταῦτα κύριος εἰς τὴν γῆν ἐπέβλεψεν καὶ ἐνέπλησεν αὐτὴν τῶν ἀγαθῶν αὐτοῦ (Eclesiástico 16, 29)


"Combata vigorosamente, se está interessado em obter o prêmio destinado às almas fortes." São Padre Pio de Pietrelcina