Trouvé 27855 Résultats pour: Καὶ
τὴν κεφαλὴν αὐτοῦ κινήσει καὶ ἐπικροτήσει ταῖς χερσὶν αὐτοῦ καὶ πολλὰ διαψιθυρίσει καὶ ἀλλοιώσει τὸ πρόσωπον αὐτοῦ (Eclesiástico 12, 18)
ὁ ἁπτόμενος πίσσης μολυνθήσεται καὶ ὁ κοινωνῶν ὑπερηφάνῳ ὁμοιωθήσεται αὐτῷ (Eclesiástico 13, 1)
βάρος ὑπὲρ σὲ μὴ ἄρῃς καὶ ἰσχυροτέρῳ σου καὶ πλουσιωτέρῳ μὴ κοινώνει τί κοινωνήσει χύτρα πρὸς λέβητα αὕτη προσκρούσει καὶ αὕτη συντριβήσεται (Eclesiástico 13, 2)
πλούσιος ἠδίκησεν καὶ αὐτὸς προσενεβριμήσατο πτωχὸς ἠδίκηται καὶ αὐτὸς προσδεηθήσεται (Eclesiástico 13, 3)
ἐὰν χρησιμεύσῃς ἐργᾶται ἐν σοί καὶ ἐὰν ὑστερήσῃς καταλείψει σε (Eclesiástico 13, 4)
ἐὰν ἔχῃς συμβιώσεταί σοι καὶ ἀποκενώσει σε καὶ αὐτὸς οὐ πονέσει (Eclesiástico 13, 5)
χρείαν ἔσχηκέν σου καὶ ἀποπλανήσει σε καὶ προσγελάσεταί σοι καὶ δώσει σοι ἐλπίδα λαλήσει σοι καλὰ καὶ ἐρεῖ τίς ἡ χρεία σου (Eclesiástico 13, 6)
καὶ αἰσχυνεῖ σε ἐν τοῖς βρώμασιν αὐτοῦ ἕως οὗ ἀποκενώσῃ σε δὶς ἢ τρίς καὶ ἐπ’ ἐσχάτων καταμωκήσεταί σου μετὰ ταῦτα ὄψεταί σε καὶ καταλείψει σε καὶ τὴν κεφαλὴν αὐτοῦ κινήσει ἐπὶ σοί (Eclesiástico 13, 7)
πρόσεχε μὴ ἀποπλανηθῇς καὶ μὴ ταπεινωθῇς ἐν ἀφροσύνῃ σου (Eclesiástico 13, 8)
προσκαλεσαμένου σε δυνάστου ὑποχωρῶν γίνου καὶ τόσῳ μᾶλλόν σε προσκαλέσεται (Eclesiástico 13, 9)
μὴ ἔμπιπτε μὴ ἀπωσθῇς καὶ μὴ μακρὰν ἀφίστω ἵνα μὴ ἐπιλησθῇς (Eclesiástico 13, 10)
μὴ ἔπεχε ἰσηγορεῖσθαι μετ’ αὐτοῦ καὶ μὴ πίστευε τοῖς πλείοσιν λόγοις αὐτοῦ ἐκ πολλῆς γὰρ λαλιᾶς πειράσει σε καὶ ὡς προσγελῶν ἐξετάσει σε (Eclesiástico 13, 11)