Trouvé 27855 Résultats pour: Καὶ
καὶ ἐὰν ζητήσῃς αὐτὴν ὡς ἀργύριον καὶ ὡς θησαυροὺς ἐξερευνήσῃς αὐτήν (Provérbios 2, 4)
τότε συνήσεις φόβον κυρίου καὶ ἐπίγνωσιν θεοῦ εὑρήσεις (Provérbios 2, 5)
ὅτι κύριος δίδωσιν σοφίαν καὶ ἀπὸ προσώπου αὐτοῦ γνῶσις καὶ σύνεσις (Provérbios 2, 6)
καὶ θησαυρίζει τοῖς κατορθοῦσι σωτηρίαν ὑπερασπιεῖ τὴν πορείαν αὐτῶν (Provérbios 2, 7)
τοῦ φυλάξαι ὁδοὺς δικαιωμάτων καὶ ὁδὸν εὐλαβουμένων αὐτὸν διαφυλάξει (Provérbios 2, 8)
τότε συνήσεις δικαιοσύνην καὶ κρίμα καὶ κατορθώσεις πάντας ἄξονας ἀγαθούς (Provérbios 2, 9)
ἵνα ῥύσηταί σε ἀπὸ ὁδοῦ κακῆς καὶ ἀπὸ ἀνδρὸς λαλοῦντος μηδὲν πιστόν (Provérbios 2, 12)
οἱ εὐφραινόμενοι ἐπὶ κακοῖς καὶ χαίροντες ἐπὶ διαστροφῇ κακῇ (Provérbios 2, 14)
ὧν αἱ τρίβοι σκολιαὶ καὶ καμπύλαι αἱ τροχιαὶ αὐτῶν (Provérbios 2, 15)
τοῦ μακράν σε ποιῆσαι ἀπὸ ὁδοῦ εὐθείας καὶ ἀλλότριον τῆς δικαίας γνώμης (Provérbios 2, 16)
υἱέ μή σε καταλάβῃ κακὴ βουλὴ ἡ ἀπολείπουσα διδασκαλίαν νεότητος καὶ διαθήκην θείαν ἐπιλελησμένη (Provérbios 2, 17)
ἔθετο γὰρ παρὰ τῷ θανάτῳ τὸν οἶκον αὐτῆς καὶ παρὰ τῷ ᾅδῃ μετὰ τῶν γηγενῶν τοὺς ἄξονας αὐτῆς (Provérbios 2, 18)