Mosaico decorativo

Trouvé 27855 Résultats pour: Καὶ

  • ἑστάκαμεν αὐτοῖς τά τε ὅρια τῆς Ιουδαίας καὶ τοὺς τρεῖς νομοὺς Αφαιρεμα καὶ Λυδδα καὶ Ραθαμιν προσετέθησαν τῇ Ιουδαίᾳ ἀπὸ τῆς Σαμαρίτιδος καὶ πάντα τὰ συγκυροῦντα αὐτοῖς πᾶσιν τοῖς θυσιάζουσιν εἰς Ιεροσόλυμα ἀντὶ τῶν βασιλικῶν ὧν ἐλάμβανεν ὁ βασιλεὺς παρ’ αὐτῶν τὸ πρότερον κατ’ ἐνιαυτὸν ἀπὸ τῶν γενημάτων τῆς γῆς καὶ τῶν ἀκροδρύων (I Macabeus 11, 34)

  • καὶ τὰ ἄλλα τὰ ἀνήκοντα ἡμῖν ἀπὸ τοῦ νῦν τῶν δεκατῶν καὶ τῶν τελῶν τῶν ἀνηκόντων ἡμῖν καὶ τὰς τοῦ ἁλὸς λίμνας καὶ τοὺς ἀνήκοντας ἡμῖν στεφάνους πάντα ἐπαρκέσομεν αὐτοῖς (I Macabeus 11, 35)

  • καὶ οὐκ ἀθετηθήσεται οὐδὲ ἓν τούτων ἀπὸ τοῦ νῦν εἰς τὸν ἅπαντα χρόνον (I Macabeus 11, 36)

  • νῦν οὖν ἐπιμέλεσθε τοῦ ποιῆσαι τούτων ἀντίγραφον καὶ δοθήτω Ιωναθαν καὶ τεθήτω ἐν τῷ ὄρει τῷ ἁγίῳ ἐν τόπῳ ἐπισήμῳ (I Macabeus 11, 37)

  • καὶ εἶδεν Δημήτριος ὁ βασιλεὺς ὅτι ἡσύχασεν ἡ γῆ ἐνώπιον αὐτοῦ καὶ οὐδὲν αὐτῷ ἀνθειστήκει καὶ ἀπέλυσεν πάσας τὰς δυνάμεις αὐτοῦ ἕκαστον εἰς τὸν ἴδιον τόπον πλὴν τῶν ξένων δυνάμεων ὧν ἐξενολόγησεν ἀπὸ τῶν νήσων τῶν ἐθνῶν καὶ ἤχθραναν αὐτῷ πᾶσαι αἱ δυνάμεις αἱ ἀπὸ τῶν πατέρων (I Macabeus 11, 38)

  • Τρύφων δὲ ἦν τῶν παρὰ Ἀλεξάνδρου τὸ πρότερον καὶ εἶδεν ὅτι πᾶσαι αἱ δυνάμεις καταγογγύζουσιν κατὰ τοῦ Δημητρίου καὶ ἐπορεύθη πρὸς Ιμαλκουε τὸν Ἄραβα ὃς ἔτρεφεν Ἀντίοχον τὸ παιδάριον τὸν τοῦ Ἀλεξάνδρου (I Macabeus 11, 39)

  • καὶ προσήδρευεν αὐτῷ ὅπως παραδοῖ αὐτὸν αὐτῷ ὅπως βασιλεύσῃ ἀντὶ τοῦ πατρὸς αὐτοῦ καὶ ἀπήγγειλεν αὐτῷ ὅσα συνετέλεσεν ὁ Δημήτριος καὶ τὴν ἔχθραν ἣν ἐχθραίνουσιν αὐτῷ αἱ δυνάμεις αὐτοῦ καὶ ἔμεινεν ἐκεῖ ἡμέρας πολλάς (I Macabeus 11, 40)

  • καὶ ἀπέστειλεν Ιωναθαν πρὸς Δημήτριον τὸν βασιλέα ἵνα ἐκβάλῃ τοὺς ἐκ τῆς ἄκρας ἐξ Ιερουσαλημ καὶ τοὺς ἐν τοῖς ὀχυρώμασιν ἦσαν γὰρ πολεμοῦντες τὸν Ισραηλ (I Macabeus 11, 41)

  • καὶ ἀπέστειλεν Δημήτριος πρὸς Ιωναθαν λέγων οὐ ταῦτα μόνον ποιήσω σοι καὶ τῷ ἔθνει σου ἀλλὰ δόξῃ δοξάσω σε καὶ τὸ ἔθνος σου ἐὰν εὐκαιρίας τύχω (I Macabeus 11, 42)

  • καὶ ἀπέστειλεν Ιωναθαν ἄνδρας τρισχιλίους δυνατοὺς ἰσχύι αὐτῷ εἰς Ἀντιόχειαν καὶ ἦλθον πρὸς τὸν βασιλέα καὶ ηὐφράνθη ὁ βασιλεὺς ἐπὶ τῇ ἐφόδῳ αὐτῶν (I Macabeus 11, 44)

  • καὶ ἐπισυνήχθησαν οἱ ἀπὸ τῆς πόλεως εἰς μέσον τῆς πόλεως εἰς ἀνδρῶν δώδεκα μυριάδας καὶ ἠβούλοντο ἀνελεῖν τὸν βασιλέα (I Macabeus 11, 45)

  • καὶ ἔφυγεν ὁ βασιλεὺς εἰς τὴν αὐλήν καὶ κατελάβοντο οἱ ἐκ τῆς πόλεως τὰς διόδους τῆς πόλεως καὶ ἤρξαντο πολεμεῖν (I Macabeus 11, 46)


"O bem dura eternamente." São Padre Pio de Pietrelcina