Trouvé 27855 Résultats pour: Καὶ
καὶ νῦν ὁ λαός σου ὁ κατοικῶν τὴν ὀρεινὴν εἰ μὴ ἐφαύλισάν με οὐκ ἂν ἦρα τὸ δόρυ μου ἐπ’ αὐτούς ἀλλὰ αὐτοὶ ἑαυτοῖς ἐποίησαν ταῦτα (Judite 11, 2)
καὶ νῦν λέγε μοι τίνος ἕνεκεν ἀπέδρας ἀπ’ αὐτῶν καὶ ἦλθες πρὸς ἡμᾶς ἥκεις γὰρ εἰς σωτηρίαν θάρσει ἐν τῇ νυκτὶ ταύτῃ ζήσῃ καὶ εἰς τὸ λοιπόν (Judite 11, 3)
καὶ εἶπεν πρὸς αὐτὸν Ιουδιθ δέξαι τὰ ῥήματα τῆς δούλης σου καὶ λαλησάτω ἡ παιδίσκη σου κατὰ πρόσωπόν σου καὶ οὐκ ἀναγγελῶ ψεῦδος τῷ κυρίῳ μου ἐν τῇ νυκτὶ ταύτῃ (Judite 11, 5)
καὶ ἐὰν κατακολουθήσῃς τοῖς λόγοις τῆς παιδίσκης σου τελείως πρᾶγμα ποιήσει μετὰ σοῦ ὁ θεός καὶ οὐκ ἀποπεσεῖται ὁ κύριός μου τῶν ἐπιτηδευμάτων αὐτοῦ (Judite 11, 6)
ζῇ γὰρ βασιλεὺς Ναβουχοδονοσορ πάσης τῆς γῆς καὶ ζῇ τὸ κράτος αὐτοῦ ὃς ἀπέστειλέν σε εἰς κατόρθωσιν πάσης ψυχῆς ὅτι οὐ μόνον ἄνθρωποι διὰ σὲ δουλεύουσιν αὐτῷ ἀλλὰ καὶ τὰ θηρία τοῦ ἀγροῦ καὶ τὰ κτήνη καὶ τὰ πετεινὰ τοῦ οὐρανοῦ διὰ τῆς ἰσχύος σου ζήσονται ἐπὶ Ναβουχοδονοσορ καὶ πάντα τὸν οἶκον αὐτοῦ (Judite 11, 7)
ἠκούσαμεν γὰρ τὴν σοφίαν σου καὶ τὰ πανουργεύματα τῆς ψυχῆς σου καὶ ἀνηγγέλη πάσῃ τῇ γῇ ὅτι σὺ μόνος ἀγαθὸς ἐν πάσῃ βασιλείᾳ καὶ δυνατὸς ἐν ἐπιστήμῃ καὶ θαυμαστὸς ἐν στρατεύμασιν πολέμου (Judite 11, 8)
καὶ νῦν ὁ λόγος ὃν ἐλάλησεν Αχιωρ ἐν τῇ συνεδρίᾳ σου ἠκούσαμεν τὰ ῥήματα αὐτοῦ ὅτι περιεποιήσαντο αὐτὸν οἱ ἄνδρες Βαιτυλουα καὶ ἀνήγγειλεν αὐτοῖς πάντα ὅσα ἐξελάλησεν παρὰ σοί (Judite 11, 9)
καὶ νῦν ἵνα μὴ γένηται ὁ κύριός μου ἔκβολος καὶ ἄπρακτος καὶ ἐπιπεσεῖται θάνατος ἐπὶ πρόσωπον αὐτῶν καὶ κατελάβετο αὐτοὺς ἁμάρτημα ἐν ᾧ παροργιοῦσιν τὸν θεὸν αὐτῶν ὁπηνίκα ἂν ποιήσωσιν ἀτοπίαν (Judite 11, 11)
ἐπεὶ παρεξέλιπεν αὐτοὺς τὰ βρώματα καὶ ἐσπανίσθη πᾶν ὕδωρ ἐβουλεύσαντο ἐπιβαλεῖν τοῖς κτήνεσιν αὐτῶν καὶ πάντα ὅσα διεστείλατο αὐτοῖς ὁ θεὸς τοῖς νόμοις αὐτοῦ μὴ φαγεῖν διέγνωσαν δαπανῆσαι (Judite 11, 12)
καὶ τὰς ἀπαρχὰς τοῦ σίτου καὶ τὰς δεκάτας τοῦ οἴνου καὶ τοῦ ἐλαίου ἃ διεφύλαξαν ἁγιάσαντες τοῖς ἱερεῦσιν τοῖς παρεστηκόσιν ἐν Ιερουσαλημ ἀπέναντι τοῦ προσώπου τοῦ θεοῦ ἡμῶν κεκρίκασιν ἐξαναλῶσαι ὧν οὐδὲ ταῖς χερσὶν καθῆκεν ἅψασθαι οὐδένα τῶν ἐκ τοῦ λαοῦ (Judite 11, 13)
καὶ ἀπεστάλκασιν εἰς Ιερουσαλημ ὅτι καὶ οἱ ἐκεῖ κατοικοῦντες ἐποίησαν ταῦτα τοὺς μετακομίσοντας αὐτοῖς τὴν ἄφεσιν παρὰ τῆς γερουσίας (Judite 11, 14)
καὶ ἔσται ὡς ἂν ἀναγγείλῃ αὐτοῖς καὶ ποιήσωσιν δοθήσονταί σοι εἰς ὄλεθρον ἐν τῇ ἡμέρᾳ ἐκείνῃ (Judite 11, 15)