Trouvé 3209 Résultats pour: Θεό
ὅτι πάντες οἱ θεοὶ τῶν ἐθνῶν εἴδωλα καὶ ὁ θεὸς ἡμῶν οὐρανὸν ἐποίησεν (I Crônicas 16, 26)
καὶ εἴπατε σῶσον ἡμᾶς ὁ θεὸς τῆς σωτηρίας ἡμῶν καὶ ἐξελοῦ ἡμᾶς ἐκ τῶν ἐθνῶν τοῦ αἰνεῖν τὸ ὄνομα τὸ ἅγιόν σου καὶ καυχᾶσθαι ἐν ταῖς αἰνέσεσίν σου (I Crônicas 16, 35)
εὐλογημένος κύριος ὁ θεὸς Ισραηλ ἀπὸ τοῦ αἰῶνος καὶ ἕως τοῦ αἰῶνος καὶ ἐρεῖ πᾶς ὁ λαός αμην καὶ ᾔνεσαν τῷ κυρίῳ (I Crônicas 16, 36)
τοῦ ἀναφέρειν ὁλοκαυτώματα τῷ κυρίῳ ἐπὶ τοῦ θυσιαστηρίου τῶν ὁλοκαυτωμάτων διὰ παντὸς τὸ πρωὶ καὶ τὸ ἑσπέρας καὶ κατὰ πάντα τὰ γεγραμμένα ἐν νόμῳ κυρίου ὅσα ἐνετείλατο ἐφ’ υἱοῖς Ισραηλ ἐν χειρὶ Μωυσῆ τοῦ θεράποντος τοῦ θεοῦ (I Crônicas 16, 40)
καὶ μετ’ αὐτῶν σάλπιγγες καὶ κύμβαλα τοῦ ἀναφωνεῖν καὶ ὄργανα τῶν ᾠδῶν τοῦ θεοῦ υἱοὶ Ιδιθων εἰς τὴν πύλην (I Crônicas 16, 42)
καὶ εἶπεν Ναθαν πρὸς Δαυιδ πᾶν τὸ ἐν τῇ ψυχῇ σου ποίει ὅτι ὁ θεὸς μετὰ σοῦ (I Crônicas 17, 2)
καὶ οὐκ ἔστιν ὡς ὁ λαός σου Ισραηλ ἔθνος ἔτι ἐπὶ τῆς γῆς ὡς ὡδήγησεν αὐτὸν ὁ θεὸς τοῦ λυτρώσασθαι ἑαυτῷ λαὸν τοῦ θέσθαι ἑαυτῷ ὄνομα μέγα καὶ ἐπιφανὲς τοῦ ἐκβαλεῖν ἀπὸ προσώπου λαοῦ σου οὓς ἐλυτρώσω ἐξ Αἰγύπτου ἔθνη (I Crônicas 17, 21)
λεγόντων κύριε κύριε παντοκράτωρ θεὸς Ισραηλ καὶ ὁ οἶκος Δαυιδ παιδός σου ἀνωρθωμένος ἐναντίον σου (I Crônicas 17, 24)
καὶ νῦν κύριε σὺ εἶ αὐτὸς ὁ θεὸς καὶ ἐλάλησας ἐπὶ τὸν δοῦλόν σου τὰ ἀγαθὰ ταῦτα (I Crônicas 17, 26)
ἀνδρίζου καὶ ἐνισχύσωμεν περὶ τοῦ λαοῦ ἡμῶν καὶ περὶ τῶν πόλεων τοῦ θεοῦ ἡμῶν καὶ κύριος τὸ ἀγαθὸν ἐν ὀφθαλμοῖς αὐτοῦ ποιήσει (I Crônicas 19, 13)
καὶ πονηρὸν ἐφάνη ἐναντίον τοῦ θεοῦ περὶ τοῦ πράγματος τούτου καὶ ἐπάταξεν τὸν Ισραηλ (I Crônicas 21, 7)
καὶ ἀπέστειλεν ὁ θεὸς ἄγγελον εἰς Ιερουσαλημ τοῦ ἐξολεθρεῦσαι αὐτήν καὶ ὡς ἐξωλέθρευσεν εἶδεν κύριος καὶ μετεμελήθη ἐπὶ τῇ κακίᾳ καὶ εἶπεν τῷ ἀγγέλῳ τῷ ἐξολεθρεύοντι ἱκανούσθω σοι ἄνες τὴν χεῖρά σου καὶ ὁ ἄγγελος κυρίου ἑστὼς ἐν τῷ ἅλῳ Ορνα τοῦ Ιεβουσαίου (I Crônicas 21, 15)