Trouvé 11889 Résultats pour: Εἷς
καὶ ποιήσεις αὐτῇ στρεπτὰ κυμάτια χρυσᾶ κύκλῳ (Êxodo 25, 24)
καὶ ποιήσεις αὐτῇ στεφάνην παλαιστοῦ κύκλῳ καὶ ποιήσεις στρεπτὸν κυμάτιον τῇ στεφάνῃ κύκλῳ (Êxodo 25, 25)
καὶ ποιήσεις τέσσαρας δακτυλίους χρυσοῦς καὶ ἐπιθήσεις τοὺς δακτυλίους ἐπὶ τὰ τέσσαρα μέρη τῶν ποδῶν αὐτῆς (Êxodo 25, 26)
ὑπὸ τὴν στεφάνην καὶ ἔσονται οἱ δακτύλιοι εἰς θήκας τοῖς ἀναφορεῦσιν ὥστε αἴρειν ἐν αὐτοῖς τὴν τράπεζαν (Êxodo 25, 27)
καὶ ποιήσεις τοὺς ἀναφορεῖς ἐκ ξύλων ἀσήπτων καὶ καταχρυσώσεις αὐτοὺς χρυσίῳ καθαρῷ καὶ ἀρθήσεται ἐν αὐτοῖς ἡ τράπεζα (Êxodo 25, 28)
καὶ ποιήσεις τὰ τρυβλία αὐτῆς καὶ τὰς θυίσκας καὶ τὰ σπονδεῖα καὶ τοὺς κυάθους ἐν οἷς σπείσεις ἐν αὐτοῖς χρυσίου καθαροῦ ποιήσεις αὐτά (Êxodo 25, 29)
καὶ ἐπιθήσεις ἐπὶ τὴν τράπεζαν ἄρτους ἐνωπίους ἐναντίον μου διὰ παντός (Êxodo 25, 30)
καὶ ποιήσεις λυχνίαν ἐκ χρυσίου καθαροῦ τορευτὴν ποιήσεις τὴν λυχνίαν ὁ καυλὸς αὐτῆς καὶ οἱ καλαμίσκοι καὶ οἱ κρατῆρες καὶ οἱ σφαιρωτῆρες καὶ τὰ κρίνα ἐξ αὐτῆς ἔσται (Êxodo 25, 31)
ἓξ δὲ καλαμίσκοι ἐκπορευόμενοι ἐκ πλαγίων τρεῖς καλαμίσκοι τῆς λυχνίας ἐκ τοῦ κλίτους αὐτῆς τοῦ ἑνὸς καὶ τρεῖς καλαμίσκοι τῆς λυχνίας ἐκ τοῦ κλίτους τοῦ δευτέρου (Êxodo 25, 32)
καὶ τρεῖς κρατῆρες ἐκτετυπωμένοι καρυίσκους ἐν τῷ ἑνὶ καλαμίσκῳ σφαιρωτὴρ καὶ κρίνον οὕτως τοῖς ἓξ καλαμίσκοις τοῖς ἐκπορευομένοις ἐκ τῆς λυχνίας (Êxodo 25, 33)
καὶ ποιήσεις τοὺς λύχνους αὐτῆς ἑπτά καὶ ἐπιθήσεις τοὺς λύχνους καὶ φανοῦσιν ἐκ τοῦ ἑνὸς προσώπου (Êxodo 25, 37)
καὶ τὸν ἐπαρυστῆρα αὐτῆς καὶ τὰ ὑποθέματα αὐτῆς ἐκ χρυσίου καθαροῦ ποιήσεις (Êxodo 25, 38)