Mosaico decorativo

Trouvé 11889 Résultats pour: Εἰς

  • καὶ ἐπῆλθεν ἐπὶ τὸν οἶκον ἐν ᾧ ἦσαν οἱ ἱερεῖς καταγινόμενοι καὶ εὗρε τὰ βρώματα τοῦ Βηλ καὶ τὸν οἶνον καὶ ἐπέδειξε Δανιηλ τῷ βασιλεῖ τὰ ψευδοθύρια δι’ ὧν εἰσπορευόμενοι οἱ ἱερεῖς ἐδαπάνων τὰ παρατιθέμενα τῷ Βηλ (Daniel 14, 21)

  • καὶ ἐξήγαγεν αὐτοὺς ὁ βασιλεὺς ἐκ τοῦ Βηλίου καὶ παρέδωκεν αὐτοὺς τῷ Δανιηλ καὶ τὴν δαπάνην τὴν εἰς αὐτὸν ἔδωκε τῷ Δανιηλ τὸν δὲ Βηλ κατέστρεψε (Daniel 14, 22)

  • καὶ εἶπεν ὁ βασιλεὺς τῷ Δανιηλ μὴ καὶ τοῦτον ἐρεῖς ὅτι χαλκοῦς ἐστιν ἰδοὺ ζῇ καὶ ἐσθίει καὶ πίνει προσκύνησον αὐτῷ (Daniel 14, 24)

  • καὶ λαβὼν ὁ Δανιηλ πίσσης μνᾶς τριάκοντα καὶ στέαρ καὶ τρίχας ἥψησεν ἐπὶ τὸ αὐτὸ καὶ ἐποίησε μάζαν καὶ ἐνέβαλεν εἰς τὸ στόμα τοῦ δράκοντος καὶ φαγὼν διερράγη καὶ ἔδειξεν αὐτὸν τῷ βασιλεῖ λέγων οὐ ταῦτα σέβεσθε βασιλεῦ (Daniel 14, 27)

  • καὶ ἰδὼν ὁ βασιλεὺς ὅτι ἐπισυνήχθη ὁ ὄχλος τῆς χώρας ἐπ’ αὐτόν ἐκάλεσε τοὺς συμβιωτὰς αὐτοῦ καὶ εἶπεν δίδωμι τὸν Δανιηλ εἰς ἀπώλειαν (Daniel 14, 30)

  • ἦν δὲ λάκκος ἐν ᾧ ἐτρέφοντο λέοντες ἑπτά οἷς παρεδίδοντο οἱ ἐπίβουλοι τοῦ βασιλέως καὶ ἐχορηγεῖτο αὐτοῖς καθ’ ἑκάστην ἡμέραν τῶν ἐπιθανατίων σώματα δύο καὶ ἐνεβάλοσαν τὸν Δανιηλ οἱ ὄχλοι εἰς ἐκεῖνον τὸν λάκκον ἵνα καταβρωθῇ καὶ μηδὲ ταφῆς τύχῃ καὶ ἦν ἐν τῷ λάκκῳ Δανιηλ ἡμέρας ἕξ (Daniel 14, 32)

  • καὶ ἐγένετο τῇ ἡμέρᾳ τῇ ἕκτῃ καὶ ἦν Αμβακουμ ἔχων ἄρτους ἐντεθρυμμένους ἐν σκάφῃ ἐν ἑψήματι καὶ στάμνον οἴνου κεκερασμένου καὶ ἐπορεύετο εἰς τὸ πεδίον πρὸς τοὺς θεριστάς (Daniel 14, 33)

  • καὶ ἐλάλησεν ἄγγελος κυρίου πρὸς Αμβακουμ λέγων τάδε λέγει σοι κύριος ὁ θεός τὸ ἄριστον ὃ ἔχεις ἀπένεγκε Δανιηλ εἰς τὸν λάκκον τῶν λεόντων ἐν Βαβυλῶνι (Daniel 14, 34)

  • ἐξῆλθε δὲ ὁ βασιλεὺς μετὰ ταῦτα πενθῶν τὸν Δανιηλ καὶ ἐγκύψας εἰς τὸν λάκκον ὁρᾷ αὐτὸν καθήμενον (Daniel 14, 40)

  • καὶ ἐξήγαγεν ὁ βασιλεὺς τὸν Δανιηλ ἐκ τοῦ λάκκου καὶ τοὺς αἰτίους τῆς ἀπωλείας αὐτοῦ ἐνέβαλεν εἰς τὸν λάκκον ἐνώπιον τοῦ Δανιηλ καὶ κατεβρώθησαν (Daniel 14, 42)

  • καὶ εἶπεν κάλεσον τὸ ὄνομα αὐτοῦ Οὐ-λαόσ-μου διότι ὑμεῖς οὐ λαός μου καὶ ἐγὼ οὔκ εἰμι ὑμῶν (Oséias 1, 9)

  • καὶ ἦν ὁ ἀριθμὸς τῶν υἱῶν Ισραηλ ὡς ἡ ἄμμος τῆς θαλάσσης ἣ οὐκ ἐκμετρηθήσεται οὐδὲ ἐξαριθμηθήσεται καὶ ἔσται ἐν τῷ τόπῳ οὗ ἐρρέθη αὐτοῖς οὐ λαός μου ὑμεῖς ἐκεῖ κληθήσονται υἱοὶ θεοῦ ζῶντος (Oséias 2, 1)


"O Anjo de Deus não nos abandona jamais." São Padre Pio de Pietrelcina