Mosaico decorativo

Trouvé 11889 Résultats pour: Εἰς

  • καὶ γεννήσω ἐφ’ ὑμᾶς ἀνθρώπους τὸν λαόν μου Ισραηλ καὶ κληρονομήσουσιν ὑμᾶς καὶ ἔσεσθε αὐτοῖς εἰς κατάσχεσιν καὶ οὐ μὴ προστεθῆτε ἔτι ἀτεκνωθῆναι ἀπ’ αὐτῶν (Ezequiel 36, 12)

  • διὰ τοῦτο ἀνθρώπους οὐκέτι φάγεσαι καὶ τὸ ἔθνος σου οὐκ ἀτεκνώσεις ἔτι λέγει κύριος κύριος (Ezequiel 36, 14)

  • καὶ διέσπειρα αὐτοὺς εἰς τὰ ἔθνη καὶ ἐλίκμησα αὐτοὺς εἰς τὰς χώρας κατὰ τὴν ὁδὸν αὐτῶν καὶ κατὰ τὴν ἁμαρτίαν αὐτῶν ἔκρινα αὐτούς (Ezequiel 36, 19)

  • καὶ εἰσήλθοσαν εἰς τὰ ἔθνη οὗ εἰσήλθοσαν ἐκεῖ καὶ ἐβεβήλωσαν τὸ ὄνομά μου τὸ ἅγιον ἐν τῷ λέγεσθαι αὐτούς λαὸς κυρίου οὗτοι καὶ ἐκ τῆς γῆς αὐτοῦ ἐξεληλύθασιν (Ezequiel 36, 20)

  • καὶ ἐφεισάμην αὐτῶν διὰ τὸ ὄνομά μου τὸ ἅγιον ὃ ἐβεβήλωσαν οἶκος Ισραηλ ἐν τοῖς ἔθνεσιν οὗ εἰσήλθοσαν ἐκεῖ (Ezequiel 36, 21)

  • διὰ τοῦτο εἰπὸν τῷ οἴκῳ Ισραηλ τάδε λέγει κύριος οὐχ ὑμῖν ἐγὼ ποιῶ οἶκος Ισραηλ ἀλλ’ ἢ διὰ τὸ ὄνομά μου τὸ ἅγιον ὃ ἐβεβηλώσατε ἐν τοῖς ἔθνεσιν οὗ εἰσήλθετε ἐκεῖ (Ezequiel 36, 22)

  • καὶ λήμψομαι ὑμᾶς ἐκ τῶν ἐθνῶν καὶ ἀθροίσω ὑμᾶς ἐκ πασῶν τῶν γαιῶν καὶ εἰσάξω ὑμᾶς εἰς τὴν γῆν ὑμῶν (Ezequiel 36, 24)

  • καὶ κατοικήσετε ἐπὶ τῆς γῆς ἧς ἔδωκα τοῖς πατράσιν ὑμῶν καὶ ἔσεσθέ μοι εἰς λαόν κἀγὼ ἔσομαι ὑμῖν εἰς θεόν (Ezequiel 36, 28)

  • τάδε λέγει κύριος ἐν ἡμέρᾳ ᾗ καθαριῶ ὑμᾶς ἐκ πασῶν τῶν ἀνομιῶν ὑμῶν καὶ κατοικιῶ τὰς πόλεις καὶ οἰκοδομηθήσονται αἱ ἔρημοι (Ezequiel 36, 33)

  • καὶ ἐροῦσιν ἡ γῆ ἐκείνη ἡ ἠφανισμένη ἐγενήθη ὡς κῆπος τρυφῆς καὶ αἱ πόλεις αἱ ἔρημοι καὶ ἠφανισμέναι καὶ κατεσκαμμέναι ὀχυραὶ ἐκάθισαν (Ezequiel 36, 35)

  • ὡς πρόβατα ἅγια ὡς πρόβατα Ιερουσαλημ ἐν ταῖς ἑορταῖς αὐτῆς οὕτως ἔσονται αἱ πόλεις αἱ ἔρημοι πλήρεις προβάτων ἀνθρώπων καὶ γνώσονται ὅτι ἐγὼ κύριος (Ezequiel 36, 38)

  • καὶ εἶπεν πρός με προφήτευσον ἐπὶ τὰ ὀστᾶ ταῦτα καὶ ἐρεῖς αὐτοῖς τὰ ὀστᾶ τὰ ξηρά ἀκούσατε λόγον κυρίου (Ezequiel 37, 4)


"Todas as graças que pedimos no nome de Jesus são concedidas pelo Pai eterno." São Padre Pio de Pietrelcina