Mosaico decorativo

Trouvé 11889 Résultats pour: Εἰς

  • οὔτε ἔγνως οὔτε ἠπίστω οὔτε ἀπ’ ἀρχῆς ἤνοιξά σου τὰ ὦτα ἔγνων γὰρ ὅτι ἀθετῶν ἀθετήσεις καὶ ἄνομος ἔτι ἐκ κοιλίας κληθήσῃ (Isaías 48, 8)

  • ἄκουέ μου Ιακωβ καὶ Ισραηλ ὃν ἐγὼ καλῶ ἐγώ εἰμι πρῶτος καὶ ἐγώ εἰμι εἰς τὸν αἰῶνα (Isaías 48, 12)

  • καὶ ἐγὼ εἶπα κενῶς ἐκοπίασα καὶ εἰς μάταιον καὶ εἰς οὐδὲν ἔδωκα τὴν ἰσχύν μου διὰ τοῦτο ἡ κρίσις μου παρὰ κυρίῳ καὶ ὁ πόνος μου ἐναντίον τοῦ θεοῦ μου (Isaías 49, 4)

  • καὶ εἶπέν μοι μέγα σοί ἐστιν τοῦ κληθῆναί σε παῖδά μου τοῦ στῆσαι τὰς φυλὰς Ιακωβ καὶ τὴν διασπορὰν τοῦ Ισραηλ ἐπιστρέψαι ἰδοὺ τέθεικά σε εἰς διαθήκην γένους εἰς φῶς ἐθνῶν τοῦ εἶναί σε εἰς σωτηρίαν ἕως ἐσχάτου τῆς γῆς (Isaías 49, 6)

  • οὕτως λέγει κύριος ὁ ῥυσάμενός σε ὁ θεὸς Ισραηλ ἁγιάσατε τὸν φαυλίζοντα τὴν ψυχὴν αὐτοῦ τὸν βδελυσσόμενον ὑπὸ τῶν ἐθνῶν τῶν δούλων τῶν ἀρχόντων βασιλεῖς ὄψονται αὐτὸν καὶ ἀναστήσονται ἄρχοντες καὶ προσκυνήσουσιν αὐτῷ ἕνεκεν κυρίου ὅτι πιστός ἐστιν ὁ ἅγιος Ισραηλ καὶ ἐξελεξάμην σε (Isaías 49, 7)

  • οὕτως λέγει κύριος καιρῷ δεκτῷ ἐπήκουσά σου καὶ ἐν ἡμέρᾳ σωτηρίας ἐβοήθησά σοι καὶ ἔδωκά σε εἰς διαθήκην ἐθνῶν τοῦ καταστῆσαι τὴν γῆν καὶ κληρονομῆσαι κληρονομίαν ἐρήμου (Isaías 49, 8)

  • καὶ θήσω πᾶν ὄρος εἰς ὁδὸν καὶ πᾶσαν τρίβον εἰς βόσκημα αὐτοῖς (Isaías 49, 11)

  • ἐροῦσιν γὰρ εἰς τὰ ὦτά σου οἱ υἱοί σου οὓς ἀπολώλεκας στενός μοι ὁ τόπος ποίησόν μοι τόπον ἵνα κατοικήσω (Isaías 49, 20)

  • καὶ ἐρεῖς ἐν τῇ καρδίᾳ σου τίς ἐγέννησέν μοι τούτους ἐγὼ δὲ ἄτεκνος καὶ χήρα τούτους δὲ τίς ἐξέθρεψέν μοι ἐγὼ δὲ κατελείφθην μόνη οὗτοι δέ μοι ποῦ ἦσαν (Isaías 49, 21)

  • οὕτως λέγει κύριος ἰδοὺ αἴρω εἰς τὰ ἔθνη τὴν χεῖρά μου καὶ εἰς τὰς νήσους ἀρῶ σύσσημόν μου καὶ ἄξουσιν τοὺς υἱούς σου ἐν κόλπῳ τὰς δὲ θυγατέρας σου ἐπ’ ὤμων ἀροῦσιν (Isaías 49, 22)

  • καὶ ἔσονται βασιλεῖς τιθηνοί σου αἱ δὲ ἄρχουσαι τροφοί σου ἐπὶ πρόσωπον τῆς γῆς προσκυνήσουσίν σοι καὶ τὸν χοῦν τῶν ποδῶν σου λείξουσιν καὶ γνώσῃ ὅτι ἐγὼ κύριος καὶ οὐκ αἰσχυνθήσῃ (Isaías 49, 23)

  • τὸν νῶτόν μου δέδωκα εἰς μάστιγας τὰς δὲ σιαγόνας μου εἰς ῥαπίσματα τὸ δὲ πρόσωπόν μου οὐκ ἀπέστρεψα ἀπὸ αἰσχύνης ἐμπτυσμάτων (Isaías 50, 6)


"Não sejamos mesquinhos com Deus que tanto nos enriquece." São Padre Pio de Pietrelcina