Mosaico decorativo

Trouvé 11645 Résultats pour: Δὲ

  • πρόσταγμα κυρίου πηγὴ ζωῆς ποιεῖ δὲ ἐκκλίνειν ἐκ παγίδος θανάτου (Provérbios 14, 27)

  • ἐν πολλῷ ἔθνει δόξα βασιλέως ἐν δὲ ἐκλείψει λαοῦ συντριβὴ δυνάστου (Provérbios 14, 28)

  • μακρόθυμος ἀνὴρ πολὺς ἐν φρονήσει ὁ δὲ ὀλιγόψυχος ἰσχυρῶς ἄφρων (Provérbios 14, 29)

  • πραΰθυμος ἀνὴρ καρδίας ἰατρός σὴς δὲ ὀστέων καρδία αἰσθητική (Provérbios 14, 30)

  • ὁ συκοφαντῶν πένητα παροξύνει τὸν ποιήσαντα αὐτόν ὁ δὲ τιμῶν αὐτὸν ἐλεᾷ πτωχόν (Provérbios 14, 31)

  • ἐν κακίᾳ αὐτοῦ ἀπωσθήσεται ἀσεβής ὁ δὲ πεποιθὼς τῇ ἑαυτοῦ ὁσιότητι δίκαιος (Provérbios 14, 32)

  • ἐν καρδίᾳ ἀγαθῇ ἀνδρὸς σοφία ἐν δὲ καρδίᾳ ἀφρόνων οὐ διαγινώσκεται (Provérbios 14, 33)

  • δικαιοσύνη ὑψοῖ ἔθνος ἐλασσονοῦσι δὲ φυλὰς ἁμαρτίαι (Provérbios 14, 34)

  • δεκτὸς βασιλεῖ ὑπηρέτης νοήμων τῇ δὲ ἑαυτοῦ εὐστροφίᾳ ἀφαιρεῖται ἀτιμίαν (Provérbios 14, 35)

  • ὀργὴ ἀπόλλυσιν καὶ φρονίμους ἀπόκρισις δὲ ὑποπίπτουσα ἀποστρέφει θυμόν λόγος δὲ λυπηρὸς ἐγείρει ὀργάς (Provérbios 15, 1)

  • γλῶσσα σοφῶν καλὰ ἐπίσταται στόμα δὲ ἀφρόνων ἀναγγελεῖ κακά (Provérbios 15, 2)

  • ἴασις γλώσσης δένδρον ζωῆς ὁ δὲ συντηρῶν αὐτὴν πλησθήσεται πνεύματος (Provérbios 15, 4)


"Lembre-se de que você tem no Céu não somente um pai, mas também uma Mãe". São Padre Pio de Pietrelcina