Trouvé 11645 Résultats pour: Δὲ
ἐγένοντο δὲ αἱ ἡμέραι Ισαακ ἃς ἔζησεν ἔτη ἑκατὸν ὀγδοήκοντα (Gênesis 35, 28)
αὗται δὲ αἱ γενέσεις Ησαυ αὐτός ἐστιν Εδωμ (Gênesis 36, 1)
Ησαυ δὲ ἔλαβεν γυναῖκας ἑαυτῷ ἀπὸ τῶν θυγατέρων τῶν Χαναναίων τὴν Αδα θυγατέρα Αιλων τοῦ Χετταίου καὶ τὴν Ελιβεμα θυγατέρα Ανα τοῦ υἱοῦ Σεβεγων τοῦ Ευαίου (Gênesis 36, 2)
καὶ τὴν Βασεμμαθ θυγατέρα Ισμαηλ ἀδελφὴν Ναβαιωθ (Gênesis 36, 3)
ἔτεκεν δὲ Αδα τῷ Ησαυ τὸν Ελιφας καὶ Βασεμμαθ ἔτεκεν τὸν Ραγουηλ (Gênesis 36, 4)
ἔλαβεν δὲ Ησαυ τὰς γυναῖκας αὐτοῦ καὶ τοὺς υἱοὺς καὶ τὰς θυγατέρας καὶ πάντα τὰ σώματα τοῦ οἴκου αὐτοῦ καὶ πάντα τὰ ὑπάρχοντα καὶ πάντα τὰ κτήνη καὶ πάντα ὅσα ἐκτήσατο καὶ ὅσα περιεποιήσατο ἐν γῇ Χανααν καὶ ἐπορεύθη ἐκ γῆς Χανααν ἀπὸ προσώπου Ιακωβ τοῦ ἀδελφοῦ αὐτοῦ (Gênesis 36, 6)
ᾤκησεν δὲ Ησαυ ἐν τῷ ὄρει Σηιρ Ησαυ αὐτός ἐστιν Εδωμ (Gênesis 36, 8)
αὗται δὲ αἱ γενέσεις Ησαυ πατρὸς Εδωμ ἐν τῷ ὄρει Σηιρ (Gênesis 36, 9)
ἐγένοντο δὲ υἱοὶ Ελιφας Θαιμαν Ωμαρ Σωφαρ Γοθομ καὶ Κενεζ (Gênesis 36, 11)
Θαμνα δὲ ἦν παλλακὴ Ελιφας τοῦ υἱοῦ Ησαυ καὶ ἔτεκεν τῷ Ελιφας τὸν Αμαληκ οὗτοι υἱοὶ Αδας γυναικὸς Ησαυ (Gênesis 36, 12)
οὗτοι δὲ υἱοὶ Ραγουηλ Ναχοθ Ζαρε Σομε καὶ Μοζε οὗτοι ἦσαν υἱοὶ Βασεμμαθ γυναικὸς Ησαυ (Gênesis 36, 13)
οὗτοι δὲ ἦσαν υἱοὶ Ελιβεμας θυγατρὸς Ανα τοῦ υἱοῦ Σεβεγων γυναικὸς Ησαυ ἔτεκεν δὲ τῷ Ησαυ τὸν Ιεους καὶ τὸν Ιεγλομ καὶ τὸν Κορε (Gênesis 36, 14)