Trouvé 11645 Résultats pour: Δὲ
τότε ἐτραυματίσθη Ιουδας ὁ ἀδελφὸς Ιωαννου Ιωαννης δὲ κατεδίωξεν αὐτούς ἕως ἦλθεν εἰς Κεδρων ἣν ᾠκοδόμησεν (I Macabeus 16, 9)
Σιμων δὲ ἦν ἐφοδεύων τὰς πόλεις τὰς ἐν τῇ χώρᾳ καὶ φροντίζων τῆς ἐπιμελείας αὐτῶν καὶ κατέβη εἰς Ιεριχω αὐτὸς καὶ Ματταθιας καὶ Ιουδας οἱ υἱοὶ αὐτοῦ ἔτους ἑβδόμου καὶ ἑβδομηκοστοῦ καὶ ἑκατοστοῦ ἐν μηνὶ ἑνδεκάτῳ οὗτος ὁ μὴν Σαβατ (I Macabeus 16, 14)
καὶ προδραμών τις ἀπήγγειλεν Ιωαννη εἰς Γαζαρα ὅτι ἀπώλετο ὁ πατὴρ αὐτοῦ καὶ οἱ ἀδελφοὶ αὐτοῦ καὶ ὅτι ἀπέσταλκεν καὶ σὲ ἀποκτεῖναι (I Macabeus 16, 21)
τοῖς ἀδελφοῖς τοῖς κατ’ Αἴγυπτον Ιουδαίοις χαίρειν οἱ ἀδελφοὶ οἱ ἐν Ιεροσολύμοις Ιουδαῖοι καὶ οἱ ἐν τῇ χώρᾳ τῆς Ιουδαίας εἰρήνην ἀγαθήν (II Macabeus 1, 1)
καὶ ἐπακούσαι ὑμῶν τῶν δεήσεων καὶ καταλλαγείη ὑμῖν καὶ μὴ ὑμᾶς ἐγκαταλίποι ἐν καιρῷ πονηρῷ (II Macabeus 1, 5)
καὶ ἐνεπύρισαν τὸν πυλῶνα καὶ ἐξέχεαν αἷμα ἀθῶον καὶ ἐδεήθημεν τοῦ κυρίου καὶ εἰσηκούσθημεν καὶ προσηνέγκαμεν θυσίαν καὶ σεμίδαλιν καὶ ἐξήψαμεν τοὺς λύχνους καὶ προεθήκαμεν τοὺς ἄρτους (II Macabeus 1, 8)
οἱ ἐν Ιεροσολύμοις καὶ οἱ ἐν τῇ Ιουδαίᾳ καὶ ἡ γερουσία καὶ Ιουδας Ἀριστοβούλῳ διδασκάλῳ Πτολεμαίου τοῦ βασιλέως ὄντι δὲ ἀπὸ τοῦ τῶν χριστῶν ἱερέων γένους καὶ τοῖς ἐν Αἰγύπτῳ Ιουδαίοις χαίρειν καὶ ὑγιαίνειν (II Macabeus 1, 10)
διελθόντων δὲ ἐτῶν ἱκανῶν ὅτε ἔδοξεν τῷ θεῷ ἀποσταλεὶς Νεεμιας ὑπὸ τοῦ βασιλέως τῆς Περσίδος τοὺς ἐκγόνους τῶν ἱερέων τῶν ἀποκρυψάντων ἔπεμψεν ἐπὶ τὸ πῦρ ὡς δὲ διεσάφησαν ἡμῖν μὴ εὑρηκέναι πῦρ ἀλλὰ ὕδωρ παχύ ἐκέλευσεν αὐτοὺς ἀποβάψαντας φέρειν (II Macabeus 1, 20)
ὡς δὲ ἀνηνέχθη τὰ τῶν θυσιῶν ἐκέλευσεν τοὺς ἱερεῖς Νεεμιας ἐπιρρᾶναι τῷ ὕδατι τά τε ξύλα καὶ τὰ ἐπικείμενα (II Macabeus 1, 21)
ὡς δὲ ἐγένετο τοῦτο καὶ χρόνος διῆλθεν ὅ τε ἥλιος ἀνέλαμψεν πρότερον ἐπινεφὴς ὤν ἀνήφθη πυρὰ μεγάλη ὥστε θαυμάσαι πάντας (II Macabeus 1, 22)
προσευχὴν δὲ ἐποιήσαντο οἱ ἱερεῖς δαπανωμένης τῆς θυσίας οἵ τε ἱερεῖς καὶ πάντες καταρχομένου Ιωναθου τῶν δὲ λοιπῶν ἐπιφωνούντων ὡς Νεεμιου (II Macabeus 1, 23)
ἦν δὲ ἡ προσευχὴ τὸν τρόπον ἔχουσα τοῦτον κύριε κύριε ὁ θεός ὁ πάντων κτίστης ὁ φοβερὸς καὶ ἰσχυρὸς καὶ δίκαιος καὶ ἐλεήμων ὁ μόνος βασιλεὺς καὶ χρηστός (II Macabeus 1, 24)