Mosaico decorativo

Trouvé 11645 Résultats pour: Δὲ

  • καὶ ἀνέστησαν ἄνδρες οἳ ἐπεκλήθησαν ἐν ὀνόματι καὶ ἀντελάβοντο τῆς αἰχμαλωσίας καὶ πάντας τοὺς γυμνοὺς περιέβαλον ἀπὸ τῶν σκύλων καὶ ἐνέδυσαν αὐτοὺς καὶ ὑπέδησαν αὐτοὺς καὶ ἔδωκαν φαγεῖν καὶ ἀλείψασθαι καὶ ἀντελάβοντο ἐν ὑποζυγίοις παντὸς ἀσθενοῦντος καὶ κατέστησαν αὐτοὺς εἰς Ιεριχω πόλιν φοινίκων πρὸς τοὺς ἀδελφοὺς αὐτῶν καὶ ἐπέστρεψαν εἰς Σαμάρειαν (II Crônicas 28, 15)

  • καὶ συνήγαγον τοὺς ἀδελφοὺς αὐτῶν καὶ ἡγνίσθησαν κατὰ τὴν ἐντολὴν τοῦ βασιλέως διὰ προστάγματος κυρίου καθαρίσαι τὸν οἶκον κυρίου (II Crônicas 29, 15)

  • καὶ ἤρξαντο τῇ ἡμέρᾳ τῇ πρώτῃ νουμηνίᾳ τοῦ μηνὸς τοῦ πρώτου ἁγνίσαι καὶ τῇ ἡμέρᾳ τῇ ὀγδόῃ τοῦ μηνὸς εἰσῆλθαν εἰς τὸν ναὸν κυρίου καὶ ἥγνισαν τὸν οἶκον κυρίου ἐν ἡμέραις ὀκτὼ καὶ τῇ ἡμέρᾳ τῇ ἑκκαιδεκάτῃ τοῦ μηνὸς τοῦ πρώτου συνετέλεσαν (II Crônicas 29, 17)

  • καὶ εἶπεν Εζεκιας ἀνενέγκαι τὴν ὁλοκαύτωσιν ἐπὶ τὸ θυσιαστήριον καὶ ἐν τῷ ἄρξασθαι ἀναφέρειν τὴν ὁλοκαύτωσιν ἤρξαντο ᾄδειν κυρίῳ καὶ αἱ σάλπιγγες πρὸς τὰ ὄργανα Δαυιδ βασιλέως Ισραηλ (II Crônicas 29, 27)

  • ἀλλ’ ἢ οἱ ἱερεῖς ὀλίγοι ἦσαν καὶ οὐκ ἐδύναντο δεῖραι τὴν ὁλοκαύτωσιν καὶ ἀντελάβοντο αὐτῶν οἱ ἀδελφοὶ αὐτῶν οἱ Λευῖται ἕως οὗ συνετελέσθη τὸ ἔργον καὶ ἕως οὗ ἡγνίσθησαν οἱ ἱερεῖς ὅτι οἱ Λευῖται προθύμως ἡγνίσθησαν παρὰ τοὺς ἱερεῖς (II Crônicas 29, 34)

  • καὶ ἐβουλεύσατο ὁ βασιλεὺς καὶ οἱ ἄρχοντες καὶ πᾶσα ἡ ἐκκλησία ἡ ἐν Ιερουσαλημ ποιῆσαι τὸ φασεκ τῷ μηνὶ τῷ δευτέρῳ (II Crônicas 30, 2)

  • καὶ μὴ γίνεσθε καθὼς οἱ πατέρες ὑμῶν καὶ οἱ ἀδελφοὶ ὑμῶν οἳ ἀπέστησαν ἀπὸ κυρίου θεοῦ πατέρων αὐτῶν καὶ παρέδωκεν αὐτοὺς εἰς ἐρήμωσιν καθὼς ὑμεῖς ὁρᾶτε (II Crônicas 30, 7)

  • ὅτι ἐν τῷ ἐπιστρέφειν ὑμᾶς πρὸς κύριον οἱ ἀδελφοὶ ὑμῶν καὶ τὰ τέκνα ὑμῶν ἔσονται ἐν οἰκτιρμοῖς ἔναντι πάντων τῶν αἰχμαλωτισάντων αὐτούς καὶ ἀποστρέψει εἰς τὴν γῆν ταύτην ὅτι ἐλεήμων καὶ οἰκτίρμων κύριος ὁ θεὸς ἡμῶν καὶ οὐκ ἀποστρέψει τὸ πρόσωπον αὐτοῦ ἀφ’ ἡμῶν ἐὰν ἐπιστρέψωμεν πρὸς αὐτόν (II Crônicas 30, 9)

  • καὶ συνήχθησαν εἰς Ιερουσαλημ λαὸς πολὺς τοῦ ποιῆσαι τὴν ἑορτὴν τῶν ἀζύμων ἐν τῷ μηνὶ τῷ δευτέρῳ ἐκκλησία πολλὴ σφόδρα (II Crônicas 30, 13)

  • καὶ ἔθυσαν τὸ φασεκ τῇ τεσσαρεσκαιδεκάτῃ τοῦ μηνὸς τοῦ δευτέρου καὶ οἱ ἱερεῖς καὶ οἱ Λευῖται ἐνετράπησαν καὶ ἡγνίσθησαν καὶ εἰσήνεγκαν ὁλοκαυτώματα εἰς οἶκον κυρίου (II Crônicas 30, 15)

  • καὶ μερὶς τοῦ βασιλέως ἐκ τῶν ὑπαρχόντων αὐτοῦ εἰς τὰς ὁλοκαυτώσεις τὴν πρωινὴν καὶ τὴν δειλινὴν καὶ ὁλοκαυτώσεις εἰς σάββατα καὶ εἰς τὰς νουμηνίας καὶ εἰς τὰς ἑορτὰς τὰς γεγραμμένας ἐν τῷ νόμῳ κυρίου (II Crônicas 31, 3)

  • καὶ εἰσήνεγκαν ἐκεῖ τὰς ἀπαρχὰς καὶ τὰ ἐπιδέκατα ἐν πίστει καὶ ἐπ’ αὐτῶν ἐπιστάτης Χωνενιας ὁ Λευίτης καὶ Σεμεϊ ὁ ἀδελφὸς αὐτοῦ διαδεχόμενος (II Crônicas 31, 12)


"Invoquemos sempre o auxílio de Nossa Senhora." São Padre Pio de Pietrelcina