Trouvé 1828 Résultats pour: Γῆς
οὐαὶ τοῖς ἐξουθενοῦσιν Σιων καὶ τοῖς πεποιθόσιν ἐπὶ τὸ ὄρος Σαμαρείας ἀπετρύγησαν ἀρχὰς ἐθνῶν καὶ εἰσῆλθον αὐτοί οἶκος τοῦ Ισραηλ (Amós 6, 1)
καὶ ἔσται ἐὰν συντελέσῃ τοῦ καταφαγεῖν τὸν χόρτον τῆς γῆς καὶ εἶπα κύριε κύριε ἵλεως γενοῦ τίς ἀναστήσει τὸν Ιακωβ ὅτι ὀλιγοστός ἐστιν (Amós 7, 2)
διότι τάδε λέγει Αμως ἐν ῥομφαίᾳ τελευτήσει Ιεροβοαμ ὁ δὲ Ισραηλ αἰχμάλωτος ἀχθήσεται ἀπὸ τῆς γῆς αὐτοῦ (Amós 7, 11)
διὰ τοῦτο τάδε λέγει κύριος ἡ γυνή σου ἐν τῇ πόλει πορνεύσει καὶ οἱ υἱοί σου καὶ αἱ θυγατέρες σου ἐν ῥομφαίᾳ πεσοῦνται καὶ ἡ γῆ σου ἐν σχοινίῳ καταμετρηθήσεται καὶ σὺ ἐν γῇ ἀκαθάρτῳ τελευτήσεις ὁ δὲ Ισραηλ αἰχμάλωτος ἀχθήσεται ἀπὸ τῆς γῆς αὐτοῦ (Amós 7, 17)
ἀκούσατε δὴ ταῦτα οἱ ἐκτρίβοντες εἰς τὸ πρωὶ πένητα καὶ καταδυναστεύοντες πτωχοὺς ἀπὸ τῆς γῆς (Amós 8, 4)
καὶ ἔσται ἐν ἐκείνῃ τῇ ἡμέρᾳ λέγει κύριος ὁ θεός καὶ δύσεται ὁ ἥλιος μεσημβρίας καὶ συσκοτάσει ἐπὶ τῆς γῆς ἐν ἡμέρᾳ τὸ φῶς (Amós 8, 9)
καὶ κύριος κύριος ὁ θεὸς ὁ παντοκράτωρ ὁ ἐφαπτόμενος τῆς γῆς καὶ σαλεύων αὐτήν καὶ πενθήσουσιν πάντες οἱ κατοικοῦντες αὐτήν καὶ ἀναβήσεται ὡς ποταμὸς συντέλεια αὐτῆς καὶ καταβήσεται ὡς ποταμὸς Αἰγύπτου (Amós 9, 5)
ὁ οἰκοδομῶν εἰς τὸν οὐρανὸν ἀνάβασιν αὐτοῦ καὶ τὴν ἐπαγγελίαν αὐτοῦ ἐπὶ τῆς γῆς θεμελιῶν ὁ προσκαλούμενος τὸ ὕδωρ τῆς θαλάσσης καὶ ἐκχέων αὐτὸ ἐπὶ πρόσωπον τῆς γῆς κύριος ὁ θεὸς ὁ παντοκράτωρ ὄνομα αὐτῷ (Amós 9, 6)
οὐχ ὡς υἱοὶ Αἰθιόπων ὑμεῖς ἐστε ἐμοί υἱοὶ Ισραηλ λέγει κύριος οὐ τὸν Ισραηλ ἀνήγαγον ἐκ γῆς Αἰγύπτου καὶ τοὺς ἀλλοφύλους ἐκ Καππαδοκίας καὶ τοὺς Σύρους ἐκ βόθρου (Amós 9, 7)
ἰδοὺ οἱ ὀφθαλμοὶ κυρίου τοῦ θεοῦ ἐπὶ τὴν βασιλείαν τῶν ἁμαρτωλῶν καὶ ἐξαρῶ αὐτὴν ἀπὸ προσώπου τῆς γῆς πλὴν ὅτι οὐκ εἰς τέλος ἐξαρῶ τὸν οἶκον Ιακωβ λέγει κύριος (Amós 9, 8)
καὶ καταφυτεύσω αὐτοὺς ἐπὶ τῆς γῆς αὐτῶν καὶ οὐ μὴ ἐκσπασθῶσιν οὐκέτι ἀπὸ τῆς γῆς αὐτῶν ἧς ἔδωκα αὐτοῖς λέγει κύριος ὁ θεὸς ὁ παντοκράτωρ (Amós 9, 15)
καὶ εἶπεν ἐβόησα ἐν θλίψει μου πρὸς κύριον τὸν θεόν μου καὶ εἰσήκουσέν μου ἐκ κοιλίας ᾅδου κραυγῆς μου ἤκουσας φωνῆς μου (Jonas 2, 3)