Trouvé 6961 Résultats pour: Αυτού Μεγαλειότητα
ἐν ὅλῃ ψυχῇ σου εὐλαβοῦ τὸν κύριον καὶ τοὺς ἱερεῖς αὐτοῦ θαύμαζε (Eclesiástico 7, 29)
ἐν ὅλῃ δυνάμει ἀγάπησον τὸν ποιήσαντά σε καὶ τοὺς λειτουργοὺς αὐτοῦ μὴ ἐγκαταλίπῃς (Eclesiástico 7, 30)
μὴ διαμάχου μετὰ ἀνθρώπου δυνάστου μήποτε ἐμπέσῃς εἰς τὰς χεῖρας αὐτοῦ (Eclesiástico 8, 1)
μὴ διαμάχου μετὰ ἀνθρώπου γλωσσώδους καὶ μὴ ἐπιστοιβάσῃς ἐπὶ τὸ πῦρ αὐτοῦ ξύλα (Eclesiástico 8, 3)
μὴ ἀτιμάσῃς ἄνθρωπον ἐν γήρᾳ αὐτοῦ καὶ γὰρ ἐξ ἡμῶν γηράσκουσιν (Eclesiástico 8, 6)
μὴ ἔκκαιε ἄνθρακας ἁμαρτωλοῦ μὴ ἐμπυρισθῇς ἐν πυρὶ φλογὸς αὐτοῦ (Eclesiástico 8, 10)
μὴ δικάζου μετὰ κριτοῦ κατὰ γὰρ τὴν δόξαν αὐτοῦ κρινοῦσιν αὐτῷ (Eclesiástico 8, 14)
μετὰ τολμηροῦ μὴ πορεύου ἐν ὁδῷ ἵνα μὴ βαρύνηται κατὰ σοῦ αὐτὸς γὰρ κατὰ τὸ θέλημα αὐτοῦ ποιήσει καὶ τῇ ἀφροσύνῃ αὐτοῦ συναπολῇ (Eclesiástico 8, 15)
μετὰ θυμώδους μὴ ποιήσῃς μάχην καὶ μὴ διαπορεύου μετ’ αὐτοῦ τὴν ἔρημον ὅτι ὡς οὐδὲν ἐν ὀφθαλμοῖς αὐτοῦ αἷμα καὶ ὅπου οὐκ ἔστιν βοήθεια καταβαλεῖ σε (Eclesiástico 8, 16)
μὴ ζηλώσῃς δόξαν ἁμαρτωλοῦ οὐ γὰρ οἶδας τί ἔσται ἡ καταστροφὴ αὐτοῦ (Eclesiástico 9, 11)
ἐν χειρὶ τεχνιτῶν ἔργον ἐπαινεσθήσεται καὶ ὁ ἡγούμενος λαοῦ σοφὸς ἐν λόγῳ αὐτοῦ (Eclesiástico 9, 17)
φοβερὸς ἐν πόλει αὐτοῦ ἀνὴρ γλωσσώδης καὶ ὁ προπετὴς ἐν λόγῳ αὐτοῦ μισηθήσεται (Eclesiástico 9, 18)