Mosaico decorativo

Trouvé 6961 Résultats pour: Αυτού Μεγαλειότητα

  • καὶ ἤγγισεν ἕως τοῦ βασιλέως τὸ ὄνομα αὐτοῦ καὶ ὑπὲρ τῶν παρατάξεων Ιουδου ἐξηγεῖτο τὰ ἔθνη (I Macabeus 3, 26)

  • ὡς δὲ ἤκουσεν ὁ βασιλεὺς Ἀντίοχος τοὺς λόγους τούτους ὠργίσθη θυμῷ καὶ ἀπέστειλεν καὶ συνήγαγεν τὰς δυνάμεις πάσας τῆς βασιλείας αὐτοῦ παρεμβολὴν ἰσχυρὰν σφόδρα (I Macabeus 3, 27)

  • καὶ ἤνοιξεν τὸ γαζοφυλάκιον αὐτοῦ καὶ ἔδωκεν ὀψώνια ταῖς δυνάμεσιν εἰς ἐνιαυτὸν καὶ ἐνετείλατο αὐτοῖς εἶναι ἑτοίμους εἰς πᾶσαν χρείαν (I Macabeus 3, 28)

  • καὶ ἠπορεῖτο τῇ ψυχῇ αὐτοῦ σφόδρα καὶ ἐβουλεύσατο τοῦ πορευθῆναι εἰς τὴν Περσίδα καὶ λαβεῖν τοὺς φόρους τῶν χωρῶν καὶ συναγαγεῖν ἀργύριον πολύ (I Macabeus 3, 31)

  • καὶ τρέφειν Ἀντίοχον τὸν υἱὸν αὐτοῦ ἕως τοῦ ἐπιστρέψαι αὐτόν (I Macabeus 3, 33)

  • καὶ ὁ βασιλεὺς παρέλαβεν τὰς ἡμίσεις τῶν δυνάμεων τὰς καταλειφθείσας καὶ ἀπῆρεν ἀπὸ Ἀντιοχείας ἀπὸ πόλεως βασιλείας αὐτοῦ ἔτους ἑβδόμου καὶ τεσσαρακοστοῦ καὶ ἑκατοστοῦ καὶ διεπέρασεν τὸν Εὐφράτην ποταμὸν καὶ διεπορεύετο τὰς ἐπάνω χώρας (I Macabeus 3, 37)

  • καὶ εἶδεν Ιουδας καὶ οἱ ἀδελφοὶ αὐτοῦ ὅτι ἐπληθύνθη τὰ κακὰ καὶ αἱ δυνάμεις παρεμβάλλουσιν ἐν τοῖς ὁρίοις αὐτῶν καὶ ἐπέγνωσαν τοὺς λόγους τοῦ βασιλέως οὓς ἐνετείλατο ποιῆσαι τῷ λαῷ εἰς ἀπώλειαν καὶ συντέλειαν (I Macabeus 3, 42)

  • καὶ εἶπαν ἕκαστος πρὸς τὸν πλησίον αὐτοῦ ἀναστήσωμεν τὴν καθαίρεσιν τοῦ λαοῦ ἡμῶν καὶ πολεμήσωμεν περὶ τοῦ λαοῦ ἡμῶν καὶ τῶν ἁγίων (I Macabeus 3, 43)

  • καὶ εἶπεν τοῖς οἰκοδομοῦσιν οἰκίας καὶ μνηστευομένοις γυναῖκας καὶ φυτεύουσιν ἀμπελῶνας καὶ δειλοῖς ἀποστρέφειν ἕκαστον εἰς τὸν οἶκον αὐτοῦ κατὰ τὸν νόμον (I Macabeus 3, 56)

  • καὶ εἶπεν Ιουδας τοῖς ἀνδράσιν τοῖς μετ’ αὐτοῦ μὴ φοβεῖσθε τὸ πλῆθος αὐτῶν καὶ τὸ ὅρμημα αὐτῶν μὴ δειλωθῆτε (I Macabeus 4, 8)

  • καὶ ἐπιστραφέντες ὕμνουν καὶ εὐλόγουν εἰς οὐρανὸν ὅτι καλόν ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ (I Macabeus 4, 24)

  • καὶ εἶδεν τὴν παρεμβολὴν ἰσχυρὰν καὶ προσηύξατο καὶ εἶπεν εὐλογητὸς εἶ ὁ σωτὴρ Ισραηλ ὁ συντρίψας τὸ ὅρμημα τοῦ δυνατοῦ ἐν χειρὶ τοῦ δούλου σου Δαυιδ καὶ παρέδωκας τὴν παρεμβολὴν τῶν ἀλλοφύλων εἰς χεῖρας Ιωναθου υἱοῦ Σαουλ καὶ τοῦ αἴροντος τὰ σκεύη αὐτοῦ (I Macabeus 4, 30)


"Não se desencoraje se você precisa trabalhar muito para colher pouco." São Padre Pio de Pietrelcina