Trouvé 39 Résultats pour: Αδελφή
θυγάτηρ τῆς μητρός σου σὺ εἶ ἡ ἀπωσαμένη τὸν ἄνδρα αὐτῆς καὶ τὰ τέκνα αὐτῆς καὶ ἀδελφὴ τῶν ἀδελφῶν σου τῶν ἀπωσαμένων τοὺς ἄνδρας αὐτῶν καὶ τὰ τέκνα αὐτῶν ἡ μήτηρ ὑμῶν Χετταία καὶ ὁ πατὴρ ὑμῶν Αμορραῖος (Ezequiel 16, 45)
ἡ ἀδελφὴ ὑμῶν ἡ πρεσβυτέρα Σαμάρεια αὐτὴ καὶ αἱ θυγατέρες αὐτῆς ἡ κατοικοῦσα ἐξ εὐωνύμων σου καὶ ἡ ἀδελφή σου ἡ νεωτέρα σου ἡ κατοικοῦσα ἐκ δεξιῶν σου Σοδομα καὶ αἱ θυγατέρες αὐτῆς (Ezequiel 16, 46)
καὶ τὰ ὀνόματα αὐτῶν ἦν Οολα ἡ πρεσβυτέρα καὶ Οολιβα ἡ ἀδελφὴ αὐτῆς καὶ ἐγένοντό μοι καὶ ἔτεκον υἱοὺς καὶ θυγατέρας καὶ τὰ ὀνόματα αὐτῶν Σαμάρεια ἡ Οολα καὶ Ιερουσαλημ ἡ Οολιβα (Ezequiel 23, 4)
καὶ εἶδεν ἡ ἀδελφὴ αὐτῆς Οολιβα καὶ διέφθειρε τὴν ἐπίθεσιν αὐτῆς ὑπὲρ αὐτὴν καὶ τὴν πορνείαν αὐτῆς ὑπὲρ τὴν πορνείαν τῆς ἀδελφῆς αὐτῆς (Ezequiel 23, 11)
καὶ ἐπὶ ψυχὴν ἀνθρώπου οὐκ εἰσελεύσονται τοῦ μιανθῆναι ἀλλ’ ἢ ἐπὶ πατρὶ καὶ ἐπὶ μητρὶ καὶ ἐπὶ υἱῷ καὶ ἐπὶ θυγατρὶ καὶ ἐπὶ ἀδελφῷ καὶ ἐπὶ ἀδελφῇ αὐτοῦ ἣ οὐ γέγονεν ἀνδρί μιανθήσεται (Ezequiel 44, 25)
εἴπατε τῷ ἀδελφῷ ὑμῶν Λαόσ-μου καὶ τῇ ἀδελφῇ ὑμῶν Ἠλεημένη (Oséias 2, 3)
ὅστις γὰρ ἂν ποιήσῃ τὸ θέλημα τοῦ πατρός μου τοῦ ἐν οὐρανοῖς αὐτός μου ἀδελφὸς καὶ ἀδελφὴ καὶ μήτηρ ἐστίν. (São Mateus 12, 50)
ὃς [γὰρ] ἂν ποιήσῃ τὸ θέλημα τοῦ θεοῦ, οὖτος ἀδελφός μου καὶ ἀδελφὴ καὶ μήτηρ ἐστίν. (São Marcos 3, 35)
καὶ τῇδε ἦν ἀδελφὴ καλουμένη μαριάμ, [ἣ] καὶ παρακαθεσθεῖσα πρὸς τοὺς πόδας τοῦ κυρίου ἤκουεν τὸν λόγον αὐτοῦ. (São Lucas 10, 39)
ἡ δὲ μάρθα περιεσπᾶτο περὶ πολλὴν διακονίαν· ἐπιστᾶσα δὲ εἶπεν, κύριε, οὐ μέλει σοι ὅτι ἡ ἀδελφή μου μόνην με κατέλιπεν διακονεῖν; εἰπὲ οὗν αὐτῇ ἵνα μοι συναντιλάβηται. (São Lucas 10, 40)
λέγει ὁ ἰησοῦς, ἄρατε τὸν λίθον. λέγει αὐτῶ ἡ ἀδελφὴ τοῦ τετελευτηκότος μάρθα, κύριε, ἤδη ὄζει, τεταρταῖος γάρ ἐστιν. (São João 11, 39)
εἱστήκεισαν δὲ παρὰ τῶ σταυρῶ τοῦ ἰησοῦ ἡ μήτηρ αὐτοῦ καὶ ἡ ἀδελφὴ τῆς μητρὸς αὐτοῦ, μαρία ἡ τοῦ κλωπᾶ καὶ μαρία ἡ μαγδαληνή. (São João 19, 25)