Jeremias, 27
1. No início do reinado de Sedecias, filho de Josias, rei de Judá, foi dirigida a palavra do Senhor a Jeremias nestes termos:*
1. Gr. Jeremiah 27 (Heb. 50) λόγος κυρίου ὃν ἐλάλησεν ἐπὶ Βαβυλῶνα
2. “Eis o que me disse o Senhor: prepara laços e barras de jugo e coloca-os ao pescoço.
2. ἀναγγείλατε ἐν τοῖς ἔθνεσιν καὶ ἀκουστὰ ποιήσατε καὶ μὴ κρύψητε εἴπατε ἑάλωκεν Βαβυλών κατῃσχύνθη Βῆλος ἡ ἀπτόητος ἡ τρυφερὰ παρεδόθη Μαρωδαχ
3. Em seguida, tu os enviarás ao rei de Edom, ao rei de Moab, ao rei dos filhos de Amon, ao rei de Tiro e ao rei de Sidônia, por intermédio dos embaixadores que vieram a Jerusalém apresentar-se a Sedecias, rei de Judá.
3. ὅτι ἀνέβη ἐπ’ αὐτὴν ἔθνος ἀπὸ βορρᾶ οὗτος θήσει τὴν γῆν αὐτῆς εἰς ἀφανισμόν καὶ οὐκ ἔσται ὁ κατοικῶν ἐν αὐτῇ ἀπὸ ἀνθρώπου καὶ ἕως κτήνους
4. E tu os encarregarás de levar a seus senhores esta mensagem: eis o que disse o Senhor, Deus de Israel: dizei a vossos senhores:
4. ἐν ταῖς ἡμέραις ἐκείναις καὶ ἐν τῷ καιρῷ ἐκείνῳ ἥξουσιν οἱ υἱοὶ Ισραηλ αὐτοὶ καὶ οἱ υἱοὶ Ιουδα ἐπὶ τὸ αὐτό βαδίζοντες καὶ κλαίοντες πορεύσονται τὸν κύριον θεὸν αὐτῶν ζητοῦντες
5. eu sou aquele que, por soberana ação da força do meu braço, criei a terra, e os homens e os animais que nela se encontram, e a dou a quem melhor me aprouver;
5. ἕως Σιων ἐρωτήσουσιν τὴν ὁδόν ὧδε γὰρ τὸ πρόσωπον αὐτῶν δώσουσιν καὶ ἥξουσιν καὶ καταφεύξονται πρὸς κύριον τὸν θεόν διαθήκη γὰρ αἰώνιος οὐκ ἐπιλησθήσεται
6. todos estes países agora eu os entreguei ao meu servo, Nabucodonosor, rei da Babilônia, a quem confiei mesmo os animais dos campos para lhe serem sujeitos.
6. πρόβατα ἀπολωλότα ἐγενήθη ὁ λαός μου οἱ ποιμένες αὐτῶν ἐξῶσαν αὐτούς ἐπὶ τὰ ὄρη ἀπεπλάνησαν αὐτούς ἐξ ὄρους ἐπὶ βουνὸν ᾤχοντο ἐπελάθοντο κοίτης αὐτῶν
7. Todas estas nações lhe ficarão submissas, assim como a seu filho e neto, até que chegue também a vez de sua terra, a qual será dominada por numerosas nações e grandes reis.
7. πάντες οἱ εὑρίσκοντες αὐτοὺς κατανάλισκον αὐτούς οἱ ἐχθροὶ αὐτῶν εἶπαν μὴ ἀνῶμεν αὐτούς ἀνθ’ ὧν ἥμαρτον τῷ κυρίῳ νομῇ δικαιοσύνης τῷ συναγαγόντι τοὺς πατέρας αὐτῶν
8. A nação ou o reino que se recusar a servir Nabucodonosor, rei da Babilônia, e a inclinar-se ante o seu jugo, eu castigarei – oráculo do Senhor – pela espada, pela fome ou pela peste até que se aniquile em suas mãos.
8. ἀπαλλοτριώθητε ἐκ μέσου Βαβυλῶνος καὶ ἀπὸ γῆς Χαλδαίων καὶ ἐξέλθατε καὶ γένεσθε ὥσπερ δράκοντες κατὰ πρόσωπον προβάτων
9. Não escuteis, portanto, vossos profetas e adivinhos, nem vossos vaticinadores, astrólogos e feiticeiros que vos disseram que não sereis sujeitos ao rei da Babilônia.
9. ὅτι ἰδοὺ ἐγὼ ἐγείρω ἐπὶ Βαβυλῶνα συναγωγὰς ἐθνῶν ἐκ γῆς βορρᾶ καὶ παρατάξονται αὐτῇ ἐκεῖθεν ἁλώσεται ὡς βολὶς μαχητοῦ συνετοῦ οὐκ ἐπιστρέψει κενή
10. Porque são mentiras que vos profetizam, a fim de que sejais banidos de vossa terra, dispersados por mim e levados a perecer.
10. καὶ ἔσται ἡ Χαλδαία εἰς προνομήν πάντες οἱ προνομεύοντες αὐτὴν ἐμπλησθήσονται
11. Ao contrário, o povo que se inclinar ante o jugo do rei da Babilônia e a ele submeter-se, eu o deixarei tranquilo em sua terra – oráculo do Senhor –, a fim de cultivá-la e nela morar”.
11. ὅτι ηὐφραίνεσθε καὶ κατεκαυχᾶσθε διαρπάζοντες τὴν κληρονομίαν μου διότι ἐσκιρτᾶτε ὡς βοΐδια ἐν βοτάνῃ καὶ ἐκερατίζετε ὡς ταῦροι
12. Dirigi-me, em seguida, a Sedecias com quem mantive a mesma linguagem: “Curvai vossas cabeças sob o jugo do rei da Babilônia. Servi-o a ele e a seu povo, e tereis a vida.
12. ᾐσχύνθη ἡ μήτηρ ὑμῶν σφόδρα μήτηρ ἐπ’ ἀγαθὰ ἐσχάτη ἐθνῶν ἔρημος
13. Por que expor-te, tu e teu povo, à morte pela espada, pela fome e pela peste, como o Senhor anunciou a todo povo que recusar servidão ao rei da Babilônia?
13. ἀπὸ ὀργῆς κυρίου οὐ κατοικηθήσεται καὶ ἔσται εἰς ἀφανισμὸν πᾶσα καὶ πᾶς ὁ διοδεύων διὰ Βαβυλῶνος σκυθρωπάσει καὶ συριοῦσιν ἐπὶ πᾶσαν τὴν πληγὴν αὐτῆς
14. Não escuteis, portanto, a voz dos profetas que dizem que não sereis submetidos ao rei da Babilônia, pois são mentiras o que vos anunciam.
14. παρατάξασθε ἐπὶ Βαβυλῶνα κύκλῳ πάντες τείνοντες τόξον τοξεύσατε ἐπ’ αὐτήν μὴ φείσησθε ἐπὶ τοῖς τοξεύμασιν ὑμῶν
15. Não fui eu quem os enviou – oráculo do Senhor – e eles mentem proferindo oráculos em meu nome. Assim eu vos repelirei, e vós e vossos profetas perecereis”.
15. κατακροτήσατε ἐπ’ αὐτήν παρελύθησαν αἱ χεῖρες αὐτῆς ἔπεσαν αἱ ἐπάλξεις αὐτῆς καὶ κατεσκάφη τὸ τεῖχος αὐτῆς ὅτι ἐκδίκησις παρὰ θεοῦ ἐστιν ἐκδικεῖτε ἐπ’ αὐτήν καθὼς ἐποίησεν ποιήσατε αὐτῇ
16. Dirigi-me, em seguida, aos sacerdotes e ao povo: “Eis o que diz o Senhor: Não escuteis a voz dos profetas ao dizer-vos que os objetos do templo em breve voltarão da Babilônia. É falsidade o que proferem.*
16. ἐξολεθρεύσατε σπέρμα ἐκ Βαβυλῶνος κατέχοντα δρέπανον ἐν καιρῷ θερισμοῦ ἀπὸ προσώπου μαχαίρας Ἑλληνικῆς ἕκαστος εἰς τὸν λαὸν αὐτοῦ ἀποστρέψουσιν καὶ ἕκαστος εἰς τὴν γῆν αὐτοῦ φεύξεται
17. Não os escuteis. Submetei-vos ao rei da Babilônia, a fim de que possais viver. Por que seria esta cidade transformada em deserto?
17. πρόβατον πλανώμενον Ισραηλ λέοντες ἐξῶσαν αὐτόν ὁ πρῶτος ἔφαγεν αὐτὸν βασιλεὺς Ασσουρ καὶ οὗτος ὕστερον τὰ ὀστᾶ αὐτοῦ βασιλεὺς Βαβυλῶνος
18. Se na verdade são profetas inspirados pelo Senhor, que intercedam junto ao Senhor dos exércitos, a fim de que os objetos que ficaram no templo, no palácio do rei de Judá e em Jerusalém não sejam levados para Babilônia!
18. διὰ τοῦτο τάδε λέγει κύριος ἰδοὺ ἐγὼ ἐκδικῶ ἐπὶ τὸν βασιλέα Βαβυλῶνος καὶ ἐπὶ τὴν γῆν αὐτοῦ καθὼς ἐξεδίκησα ἐπὶ τὸν βασιλέα Ασσουρ
19. Porquanto, eis o que disse o Senhor dos exércitos a respeito das colunas, do mar, dos pedestais e dos demais objetos que ficaram na cidade,
19. καὶ ἀποκαταστήσω τὸν Ισραηλ εἰς τὴν νομὴν αὐτοῦ καὶ νεμήσεται ἐν τῷ Καρμήλῳ καὶ ἐν ὄρει Εφραιμ καὶ ἐν τῷ Γαλααδ καὶ πλησθήσεται ἡ ψυχὴ αὐτοῦ
20. e que Nabucodonosor, rei da Babilônia, não retirou, ao deportar de Jerusalém para Babilônia Jeconias, filho de Joaquin, rei de Judá, juntamente com todos os notáveis de Judá e Jerusalém...
20. ἐν ταῖς ἡμέραις ἐκείναις καὶ ἐν τῷ καιρῷ ἐκείνῳ ζητήσουσιν τὴν ἀδικίαν Ισραηλ καὶ οὐχ ὑπάρξει καὶ τὰς ἁμαρτίας Ιουδα καὶ οὐ μὴ εὑρεθῶσιν ὅτι ἵλεως ἔσομαι τοῖς ὑπολελειμμένοις ἐπὶ τῆς γῆς λέγει κύριος
21. Eis o que disse o Senhor dos exércitos, Deus de Israel, com referência aos objetos que ficaram no templo, no palácio do rei e em Jerusalém:
21. πικρῶς ἐπίβηθι ἐπ’ αὐτὴν καὶ ἐπὶ τοὺς κατοικοῦντας ἐπ’ αὐτήν ἐκδίκησον μάχαιρα καὶ ἀφάνισον λέγει κύριος καὶ ποίει κατὰ πάντα ὅσα ἐντέλλομαί σοι
22. Serão eles carregados para Babilônia – oráculo do Senhor – e lá permanecerão até o dia em que eu for buscá-los e os trouxer para recolocá-los neste lugar”.
22. φωνὴ πολέμου καὶ συντριβὴ μεγάλη ἐν γῇ Χαλδαίων
23.
23. πῶς συνεκλάσθη καὶ συνετρίβη ἡ σφῦρα πάσης τῆς γῆς πῶς ἐγενήθη εἰς ἀφανισμὸν Βαβυλὼν ἐν ἔθνεσιν
24.
24. ἐπιθήσονταί σοι καὶ ἁλώσῃ ὦ Βαβυλών καὶ οὐ γνώσῃ εὑρέθης καὶ ἐλήμφθης ὅτι τῷ κυρίῳ ἀντέστης
25.
25. ἤνοιξεν κύριος τὸν θησαυρὸν αὐτοῦ καὶ ἐξήνεγκεν τὰ σκεύη ὀργῆς αὐτοῦ ὅτι ἔργον τῷ κυρίῳ θεῷ ἐν γῇ Χαλδαίων
26.
26. ὅτι ἐληλύθασιν οἱ καιροὶ αὐτῆς ἀνοίξατε τὰς ἀποθήκας αὐτῆς ἐρευνήσατε αὐτὴν ὡς σπήλαιον καὶ ἐξολεθρεύσατε αὐτήν μὴ γενέσθω αὐτῆς κατάλειμμα
27.
27. ἀναξηράνατε αὐτῆς πάντας τοὺς καρπούς καὶ καταβήτωσαν εἰς σφαγήν οὐαὶ αὐτοῖς ὅτι ἥκει ἡ ἡμέρα αὐτῶν καὶ καιρὸς ἐκδικήσεως αὐτῶν
28.
28. φωνὴ φευγόντων καὶ ἀνασῳζομένων ἐκ γῆς Βαβυλῶνος τοῦ ἀναγγεῖλαι εἰς Σιων τὴν ἐκδίκησιν παρὰ κυρίου θεοῦ ἡμῶν
29.
29. παραγγείλατε ἐπὶ Βαβυλῶνα πολλοῖς παντὶ ἐντείνοντι τόξον παρεμβάλετε ἐπ’ αὐτὴν κυκλόθεν μὴ ἔστω αὐτῆς ἀνασῳζόμενος ἀνταπόδοτε αὐτῇ κατὰ τὰ ἔργα αὐτῆς κατὰ πάντα ὅσα ἐποίησεν ποιήσατε αὐτῇ ὅτι πρὸς τὸν κύριον ἀντέστη θεὸν ἅγιον τοῦ Ισραηλ
30.
30. διὰ τοῦτο πεσοῦνται οἱ νεανίσκοι αὐτῆς ἐν ταῖς πλατείαις αὐτῆς καὶ πάντες οἱ ἄνδρες οἱ πολεμισταὶ αὐτῆς ῥιφήσονται εἶπεν κύριος
31.
31. ἰδοὺ ἐγὼ ἐπὶ σὲ τὴν ὑβρίστριαν λέγει κύριος ὅτι ἥκει ἡ ἡμέρα σου καὶ ὁ καιρὸς ἐκδικήσεώς σου
32.
32. καὶ ἀσθενήσει ἡ ὕβρις σου καὶ πεσεῖται καὶ οὐκ ἔσται ὁ ἀνιστῶν αὐτήν καὶ ἀνάψω πῦρ ἐν τῷ δρυμῷ αὐτῆς καὶ καταφάγεται πάντα τὰ κύκλῳ αὐτῆς
33.
33. τάδε λέγει κύριος καταδεδυνάστευνται οἱ υἱοὶ Ισραηλ καὶ οἱ υἱοὶ Ιουδα ἅμα πάντες οἱ αἰχμαλωτεύσαντες αὐτοὺς κατεδυνάστευσαν αὐτούς ὅτι οὐκ ἠθέλησαν ἐξαποστεῖλαι αὐτούς
34.
34. καὶ ὁ λυτρούμενος αὐτοὺς ἰσχυρός κύριος παντοκράτωρ ὄνομα αὐτῷ κρίσιν κρινεῖ πρὸς τοὺς ἀντιδίκους αὐτοῦ ὅπως ἐξάρῃ τὴν γῆν καὶ παροξυνεῖ τοῖς κατοικοῦσι Βαβυλῶνα
35.
35. μάχαιραν ἐπὶ τοὺς Χαλδαίους καὶ ἐπὶ τοὺς κατοικοῦντας Βαβυλῶνα καὶ ἐπὶ τοὺς μεγιστᾶνας αὐτῆς καὶ ἐπὶ τοὺς συνετοὺς αὐτῆς
36.
36. μάχαιραν ἐπὶ τοὺς μαχητὰς αὐτῆς καὶ παραλυθήσονται
37.
37. μάχαιραν ἐπὶ τοὺς ἵππους αὐτῶν καὶ ἐπὶ τὰ ἅρματα αὐτῶν μάχαιραν ἐπὶ τοὺς μαχητὰς αὐτῶν καὶ ἐπὶ τὸν σύμμικτον τὸν ἐν μέσῳ αὐτῆς καὶ ἔσονται ὡσεὶ γυναῖκες μάχαιραν ἐπὶ τοὺς θησαυροὺς αὐτῆς καὶ διασκορπισθήσονται
38.
38. ἐπὶ τῷ ὕδατι αὐτῆς ἐπεποίθει καὶ καταισχυνθήσονται ὅτι γῆ τῶν γλυπτῶν ἐστιν καὶ ἐν ταῖς νήσοις οὗ κατεκαυχῶντο
39.
39. διὰ τοῦτο κατοικήσουσιν ἰνδάλματα ἐν ταῖς νήσοις καὶ κατοικήσουσιν ἐν αὐτῇ θυγατέρες σειρήνων οὐ μὴ κατοικηθῇ οὐκέτι εἰς τὸν αἰῶνα
40.
40. καθὼς κατέστρεψεν ὁ θεὸς Σοδομα καὶ Γομορρα καὶ τὰς ὁμορούσας αὐταῖς εἶπεν κύριος οὐ μὴ κατοικήσῃ ἐκεῖ ἄνθρωπος καὶ οὐ μὴ παροικήσῃ ἐκεῖ υἱὸς ἀνθρώπου
41.
41. ἰδοὺ λαὸς ἔρχεται ἀπὸ βορρᾶ καὶ ἔθνος μέγα καὶ βασιλεῖς πολλοὶ ἐξεγερθήσονται ἀπ’ ἐσχάτου τῆς γῆς
42.
42. τόξον καὶ ἐγχειρίδιον ἔχοντες ἰταμός ἐστιν καὶ οὐ μὴ ἐλεήσῃ φωνὴ αὐτῶν ὡς θάλασσα ἠχήσει ἐφ’ ἵπποις ἱππάσονται παρεσκευασμένοι ὥσπερ πῦρ εἰς πόλεμον πρὸς σέ θύγατερ Βαβυλῶνος
43.
43. ἤκουσεν βασιλεὺς Βαβυλῶνος τὴν ἀκοὴν αὐτῶν καὶ παρελύθησαν αἱ χεῖρες αὐτοῦ θλῖψις κατεκράτησεν αὐτοῦ ὠδῖνες ὡς τικτούσης
44.
44. ἰδοὺ ὥσπερ λέων ἀναβήσεται ἀπὸ τοῦ Ιορδάνου εἰς τόπον Αιθαμ ὅτι ταχέως ἐκδιώξω αὐτοὺς ἀπ’ αὐτῆς καὶ πάντα νεανίσκον ἐπ’ αὐτὴν ἐπιστήσω ὅτι τίς ὥσπερ ἐγώ καὶ τίς ἀντιστήσεταί μοι καὶ τίς οὗτος ποιμήν ὃς στήσεται κατὰ πρόσωπόν μου
45.
45. διὰ τοῦτο ἀκούσατε τὴν βουλὴν κυρίου ἣν βεβούλευται ἐπὶ Βαβυλῶνα καὶ λογισμοὺς αὐτοῦ οὓς ἐλογίσατο ἐπὶ τοὺς κατοικοῦντας Χαλδαίους ἐὰν μὴ διαφθαρῇ τὰ ἀρνία τῶν προβάτων αὐτῶν ἐὰν μὴ ἀφανισθῇ νομὴ ἀπ’ αὐτῶν
46.
46. ὅτι ἀπὸ φωνῆς ἁλώσεως Βαβυλῶνος σεισθήσεται ἡ γῆ καὶ κραυγὴ ἐν ἔθνεσιν ἀκουσθήσεται
Bíblia Ave Maria - Tous droits réservés.
