Mosaico decorativo

1. ἐπικάλεσαι δέ εἴ τίς σοι ὑπακούσεται ἢ εἴ τινα ἀγγέλων ἁγίων ὄψῃ

1. ¡Llama, pues! ¿Habrá quien te responda? ¿a cuál de los santos vas a dirigirte?

2. καὶ γὰρ ἄφρονα ἀναιρεῖ ὀργή πεπλανημένον δὲ θανατοῖ ζῆλος

2. En verdad el enojo mata al insensato, la pasión hace morir al necio.

3. ἐγὼ δὲ ἑώρακα ἄφρονας ῥίζαν βάλλοντας ἀλλ’ εὐθέως ἐβρώθη αὐτῶν ἡ δίαιτα

3. Yo mismo he visto al insensato echar raíces, y sin tardar he maldecido su morada:

4. πόρρω γένοιντο οἱ υἱοὶ αὐτῶν ἀπὸ σωτηρίας κολαβρισθείησαν δὲ ἐπὶ θύραις ἡσσόνων καὶ οὐκ ἔσται ὁ ἐξαιρούμενος

4. ¡Estén sus hijos lejos de toda salvación, sin defensor hollados en la Puerta!

5. ἃ γὰρ ἐκεῖνοι συνήγαγον δίκαιοι ἔδονται αὐτοὶ δὲ ἐκ κακῶν οὐκ ἐξαίρετοι ἔσονται ἐκσιφωνισθείη αὐτῶν ἡ ἰσχύς

5. Su cosecha la devora un hambriento, pues Dios se la quita de los dientes, y los sedientos absorben su fortuna.

6. οὐ γὰρ μὴ ἐξέλθῃ ἐκ τῆς γῆς κόπος οὐδὲ ἐξ ὀρέων ἀναβλαστήσει πόνος

6. No, no brota la iniquidad el polvo, ni germina del suelo la aflicción.

7. ἀλλὰ ἄνθρωπος γεννᾶται κόπῳ νεοσσοὶ δὲ γυπὸς τὰ ὑψηλὰ πέτονται

7. Es el hombre quien la aflicción engendra, como levantan el vuelo los hijos del relámpago.

8. οὐ μὴν δὲ ἀλλὰ ἐγὼ δεηθήσομαι κυρίου κύριον δὲ τὸν πάντων δεσπότην ἐπικαλέσομαι

8. Yo por mí a Dios recurriría, expondría a Dios mi causa.

9. τὸν ποιοῦντα μεγάλα καὶ ἀνεξιχνίαστα ἔνδοξά τε καὶ ἐξαίσια ὧν οὐκ ἔστιν ἀριθμός

9. El es autor de obras grandiosas e insondables, de maravillas sin número.

10. τὸν διδόντα ὑετὸν ἐπὶ τὴν γῆν ἀποστέλλοντα ὕδωρ ἐπὶ τὴν ὑπ’ οὐρανόν

10. El derrama la lluvia sobre la haz de la tierra, y envía las aguas a los campos.

11. τὸν ποιοῦντα ταπεινοὺς εἰς ὕψος καὶ ἀπολωλότας ἐξεγείροντα

11. Para poner en alto a los postrados, y que los míseros a la salud se eleven,

12. διαλλάσσοντα βουλὰς πανούργων καὶ οὐ μὴ ποιήσουσιν αἱ χεῖρες αὐτῶν ἀληθές

12. las tramas de los astutos desbarata, y sus manos no logran sus intrigas.

13. ὁ καταλαμβάνων σοφοὺς ἐν τῇ φρονήσει βουλὴν δὲ πολυπλόκων ἐξέστησεν

13. Prende a los sabios en su astucia, el consejo de los sagaces se hace ciego.

14. ἡμέρας συναντήσεται αὐτοῖς σκότος τὸ δὲ μεσημβρινὸν ψηλαφήσαισαν ἴσα νυκτί

14. En pleno día tropiezan con tinieblas, a mediodía van a tientas cual si fuese de noche.

15. ἀπόλοιντο δὲ ἐν πολέμῳ ἀδύνατος δὲ ἐξέλθοι ἐκ χειρὸς δυνάστου

15. El salva al arruinado de sus fauces y al indigente de las manos del violento.

16. εἴη δὲ ἀδυνάτῳ ἐλπίς ἀδίκου δὲ στόμα ἐμφραχθείη

16. Así el débil renace a la esperanza, y cierra su boca la injusticia.

17. μακάριος δὲ ἄνθρωπος ὃν ἤλεγξεν ὁ κύριος νουθέτημα δὲ παντοκράτορος μὴ ἀπαναίνου

17. ¡Oh sí, feliz el hombre a quien corrige Dios! ¡No desprecies, pues, la lección de Sadday!

18. αὐτὸς γὰρ ἀλγεῖν ποιεῖ καὶ πάλιν ἀποκαθίστησιν ἔπαισεν καὶ αἱ χεῖρες αὐτοῦ ἰάσαντο

18. Pues él es el que hiere y el que venda la herida, el que llaga y luego cura con su mano;

19. ἑξάκις ἐξ ἀναγκῶν σε ἐξελεῖται ἐν δὲ τῷ ἑβδόμῳ οὐ μὴ ἅψηταί σου κακόν

19. seis veces ha de librarte de la angustia, y a la séptima el mal no te alcanzará.

20. ἐν λιμῷ ῥύσεταί σε ἐκ θανάτου ἐν πολέμῳ δὲ ἐκ χειρὸς σιδήρου λύσει σε

20. Durante el hambre te salvará de la muerte, y en la guerra, del alcance de la espada.

21. ἀπὸ μάστιγος γλώσσης σε κρύψει καὶ οὐ μὴ φοβηθῇς ἀπὸ κακῶν ἐρχομένων

21. Estarás a cubierto del punzón de la lengua, sin miedo a la devastación, cuando se acerque.

22. ἀδίκων καὶ ἀνόμων καταγελάσῃ ἀπὸ δὲ θηρίων ἀγρίων οὐ μὴ φοβηθῇς

22. Te reirás de la sequía y de la helada, y no temerás a las bestias de la tierra.

23. θῆρες γὰρ ἄγριοι εἰρηνεύσουσίν σοι

23. Pues con las piedras del campo harás alianza, la bestia salvaje vivirá en paz contigo.

24. εἶτα γνώσῃ ὅτι εἰρηνεύσει σου ὁ οἶκος ἡ δὲ δίαιτα τῆς σκηνῆς σου οὐ μὴ ἁμάρτῃ

24. Sabrás que tu tienda está a cubierto, nada echarás en falta cuando revises tu morada.

25. γνώσῃ δὲ ὅτι πολὺ τὸ σπέρμα σου τὰ δὲ τέκνα σου ἔσται ὥσπερ τὸ παμβότανον τοῦ ἀγροῦ

25. Sabrás que tu descendencia es numerosa, tus vástagos, como la hierba de la tierra.

26. ἐλεύσῃ δὲ ἐν τάφῳ ὥσπερ σῖτος ὥριμος κατὰ καιρὸν θεριζόμενος ἢ ὥσπερ θιμωνιὰ ἅλωνος καθ’ ὥραν συγκομισθεῖσα

26. Llegarás a la tumba vigoroso, como se hacinan las gavillas a su tiempo.

27. ἰδοὺ ταῦτα οὕτως ἐξιχνιάσαμεν ταῦτά ἐστιν ἃ ἀκηκόαμεν σὺ δὲ γνῶθι σεαυτῷ εἴ τι ἔπραξας

27. Todo esto es lo que hemos observado: y así es. A ti te toca escuchar y aprovecharte.



Lue Raamattu vuodessa

Liity yhteisöömme ja lue koko Raamattu 365 päivässä. Jäsennelty ja inspiroiva polku uskosi ja Raamatun tuntemuksesi syventämiseen.