Mosaico decorativo

1. Sofar de Naamat tomó la palabra y dijo:

1. ὑπολαβὼν δὲ Σωφαρ ὁ Μιναῖος λέγει

2. ¿No habrá respuesta para el charlatán? ¿por ser locuaz se va a tener razón?

2. ὁ τὰ πολλὰ λέγων καὶ ἀντακούσεται ἢ καὶ ὁ εὔλαλος οἴεται εἶναι δίκαιος εὐλογημένος γεννητὸς γυναικὸς ὀλιγόβιος

3. ¿Tu palabrería hará callar a los demás? ¿te mofarás sin que nadie te confunda?

3. μὴ πολὺς ἐν ῥήμασιν γίνου οὐ γάρ ἐστιν ὁ ἀντικρινόμενός σοι

4. Tú has dicho: «Es pura mi conducta, a tus ojos soy irreprochable.»

4. μὴ γὰρ λέγε ὅτι καθαρός εἰμι τοῖς ἔργοις καὶ ἄμεμπτος ἐναντίον αὐτοῦ

5. ¡Ojalá Dios hablara, que abriera sus labios para responderte

5. ἀλλὰ πῶς ἂν ὁ κύριος λαλήσαι πρὸς σέ καὶ ἀνοίξει χείλη αὐτοῦ μετὰ σοῦ

6. y te revelara los arcanos de la Sabiduría que desconciertan toda sagacidad! Sabrías entonces que Dios olvida aún parte de tu culpa.

6. εἶτα ἀναγγελεῖ σοι δύναμιν σοφίας ὅτι διπλοῦς ἔσται τῶν κατὰ σέ καὶ τότε γνώσῃ ὅτι ἄξιά σοι ἀπέβη ἀπὸ κυρίου ὧν ἡμάρτηκας

7. ¿Pretendes alcanzar las honduras de Dios, llegar hasta la perfección de Sadday?

7. ἦ ἴχνος κυρίου εὑρήσεις ἢ εἰς τὰ ἔσχατα ἀφίκου ἃ ἐποίησεν ὁ παντοκράτωρ

8. Más alta es que los cielos: ¿qué harás tú? más honda que el seol: ¿qué puedes tú saber?

8. ὑψηλὸς ὁ οὐρανός καὶ τί ποιήσεις βαθύτερα δὲ τῶν ἐν ᾅδου τί οἶδας

9. Más larga que la tierra su amplitud, y más ancha que el mar.

9. ἢ μακρότερα μέτρου γῆς ἢ εὔρους θαλάσσης

10. Si él interviene, encarcela y cita a juicio, ¿quién se lo impedirá?

10. ἐὰν δὲ καταστρέψῃ τὰ πάντα τίς ἐρεῖ αὐτῷ τί ἐποίησας

11. Porque él conoce a los hombres de engaño, ve la iniquidad y atiende a ella.

11. αὐτὸς γὰρ οἶδεν ἔργα ἀνόμων ἰδὼν δὲ ἄτοπα οὐ παρόψεται

12. El insensato se hará cuerdo cuando un pollino de onagro nazca hombre.

12. ἄνθρωπος δὲ ἄλλως νήχεται λόγοις βροτὸς δὲ γεννητὸς γυναικὸς ἴσα ὄνῳ ἐρημίτῃ

13. Pero si tú tu corazón arreglas y tiendes tus palmas hacia él,

13. εἰ γὰρ σὺ καθαρὰν ἔθου τὴν καρδίαν σου ὑπτιάζεις δὲ χεῖρας πρὸς αὐτόν

14. si alejas la iniquidad que hay en tu mano y no dejas que more en tus tiendas la injusticia,

14. εἰ ἄνομόν τί ἐστιν ἐν χερσίν σου πόρρω ποίησον αὐτὸ ἀπὸ σοῦ ἀδικία δὲ ἐν διαίτῃ σου μὴ αὐλισθήτω

15. entonces alzarás tu frente limpia, te sentirás firme y sin temor.

15. οὕτως γὰρ ἀναλάμψει σου τὸ πρόσωπον ὥσπερ ὕδωρ καθαρόν ἐκδύσῃ δὲ ῥύπον καὶ οὐ μὴ φοβηθῇς

16. Dejarás tu infortunio en el olvido como agua pasada lo recordarás.

16. καὶ τὸν κόπον ἐπιλήσῃ ὥσπερ κῦμα παρελθὸν καὶ οὐ πτοηθήσῃ

17. Y más radiante que el mediodía surgirá tu existencia, como la mañana será la oscuridad.

17. ἡ δὲ εὐχή σου ὥσπερ ἑωσφόρος ἐκ δὲ μεσημβρίας ἀνατελεῖ σοι ζωή

18. Vivirás seguro porque habrá esperanza, aun después de confundido te acostarás tranquilo.

18. πεποιθώς τε ἔσῃ ὅτι ἔστιν σοι ἐλπίς ἐκ δὲ μερίμνης καὶ φροντίδος ἀναφανεῖταί σοι εἰρήνη

19. Cuando descanses, nadie te turbará, y adularán muchos tu rostro.

19. ἡσυχάσεις γάρ καὶ οὐκ ἔσται ὁ πολεμῶν σε μεταβαλόμενοι δὲ πολλοί σου δεηθήσονται

20. Mas los ojos de los malvados languidecen, todo refugio les fracasa; su esperanza es el último suspiro.

20. σωτηρία δὲ αὐτοὺς ἀπολείψει ἡ γὰρ ἐλπὶς αὐτῶν ἀπώλεια ὀφθαλμοὶ δὲ ἀσεβῶν τακήσονται



Lue Raamattu vuodessa

Liity yhteisöömme ja lue koko Raamattu 365 päivässä. Jäsennelty ja inspiroiva polku uskosi ja Raamatun tuntemuksesi syventämiseen.