Mosaico decorativo

1. Estos son los que vinieron donde David, a Siquelag, cuando estaba retenido lejos de Saúl, hijo de Quis. Estaban también entre los valientes que le ayudaron en la guerra.

1. καὶ οὗτοι οἱ ἐλθόντες πρὸς Δαυιδ εἰς Σωκλαγ ἔτι συνεχομένου ἀπὸ προσώπου Σαουλ υἱοῦ Κις καὶ οὗτοι ἐν τοῖς δυνατοῖς βοηθοῦντες ἐν πολέμῳ

2. Manejaban el arco con la derecha y con la izquierda, lanzando piedras y flechas con el arco. De los hermanos de Saúl el benjaminita:

2. καὶ τόξῳ ἐκ δεξιῶν καὶ ἐξ ἀριστερῶν καὶ σφενδονῆται ἐν λίθοις καὶ τόξοις ἐκ τῶν ἀδελφῶν Σαουλ ἐκ Βενιαμιν

3. Ajiézer, el jefe, y Joás, hijos de Semaá de Guibeá; Yeziel y Pélet, hijos de Azmávet; Beraká y Jehú, de Anatot;

3. ὁ ἄρχων Αχιεζερ καὶ Ιωας υἱὸς Ασμα τοῦ Γεβωθίτου καὶ Ιωηλ καὶ Ιωφαλητ υἱοὶ Ασμωθ καὶ Βερχια καὶ Ιηουλ ὁ Αναθωθι

4. Yismaías, de Gabaón, valeroso entre los Treinta y jefe de los mismos;

4. καὶ Σαμαιας ὁ Γαβαωνίτης δυνατὸς ἐν τοῖς τριάκοντα καὶ ἐπὶ τῶν τριάκοντα

5. Jeremías, Yajaziel, Yojanán, Yozabad, de Guederot;

5. Ιερμιας καὶ Ιεζιηλ καὶ Ιωαναν καὶ Ιωζαβαδ ὁ Γαδαραθι

6. Eluzay, Yerimot, Bealías, Semarías y Sefatías, de Jarif;

6. Ελιαζαι καὶ Ιαριμουθ καὶ Βααλια καὶ Σαμαρια καὶ Σαφατια ὁ Χαραιφι

7. Elcaná, Isaías, Azarel, Yoézer, Yasobam, coreítas;

7. Ηλκανα καὶ Ιησουνι καὶ Οζριηλ καὶ Ιωαζαρ καὶ Ιεσβοαμ οἱ Κορῖται

8. Yoelá y Zebadías, hijos de Yerojam, de Guedor.

8. καὶ Ελια καὶ Ζαβαδια υἱοὶ Ιρααμ υἱοὶ τοῦ γεδωρ

9. Y hubo también gaditas que se pasaron a David en el desierto, guerreros valientes, hombres de guerra, preparados para el combate, diestros con el escudo y la lanza. Sus rostros, como rostros de león, y ligeros como la gacela salvaje.

9. καὶ ἀπὸ τοῦ Γαδδι ἐχωρίσθησαν πρὸς Δαυιδ ἀπὸ τῆς ἐρήμου ἰσχυροὶ δυνατοὶ ἄνδρες παρατάξεως πολέμου αἴροντες θυρεοὺς καὶ δόρατα καὶ πρόσωπον λέοντος πρόσωπα αὐτῶν καὶ κοῦφοι ὡς δορκάδες ἐπὶ τῶν ὀρέων τῷ τάχει

10. Su jefe era Ezer; Obadías, el segundo; Eliab, el tercero;

10. Αζερ ὁ ἄρχων Αβδια ὁ δεύτερος Ελιαβ ὁ τρίτος

11. Masmanná, el cuarto; Yirmeyá, el quinto;

11. Μασεμαννη ὁ τέταρτος Ιερμια ὁ πέμπτος

12. Attay, el sexto; Eliel, el séptimo;

12. Εθθι ὁ ἕκτος Ελιαβ ὁ ἕβδομος

13. Yojanán, el octavo; Elzabad, el noveno;

13. Ιωαναν ὁ ὄγδοος Ελιαζερ ὁ ἔνατος

14. Jeremías, el décimo; Makbannay, el undécimo;

14. Ιερμια ὁ δέκατος Μαχαβανναι ὁ ἑνδέκατος

15. estos eran, entre los hijos de Gad, jefes del ejército; el menor mandaba sobre cien, y el mayor sobre mil.

15. οὗτοι ἐκ τῶν υἱῶν Γαδ ἄρχοντες τῆς στρατιᾶς εἷς τοῖς ἑκατὸν μικρὸς καὶ μέγας τοῖς χιλίοις

16. Estos fueron los que atraversaron el Jordán en el mes primero, cuando suele desbordarse por todas sus riberas, y pusieron en fuga a todos los habitantes de los valles, a oriente y occidente.

16. οὗτοι οἱ διαβάντες τὸν Ιορδάνην ἐν τῷ μηνὶ τῷ πρώτῳ καὶ οὗτος πεπληρωκὼς ἐπὶ πᾶσαν κρηπῖδα αὐτοῦ καὶ ἐξεδίωξαν πάντας τοὺς κατοικοῦντας αὐλῶνας ἀπὸ ἀνατολῶν ἕως δυσμῶν

17. También vinieron al refugio, donde estaba David, algunos de los hijos de Benjamín y Judá.

17. καὶ ἦλθον ἀπὸ τῶν υἱῶν Βενιαμιν καὶ Ιουδα εἰς βοήθειαν τοῦ Δαυιδ

18. Presentóse David delante de ellos y les dijo: «Si venís a mí en son de paz para ayudarme, mi corazón irá a una con vosotros; pero si es para engañanarme en favor de mis enemigos, sin que hubiere violencia en mis manos, ¡véalo el Dios de nuestros padres y lo castigue!»

18. καὶ Δαυιδ ἐξῆλθεν εἰς ἀπάντησιν αὐτῶν καὶ εἶπεν αὐτοῖς εἰ εἰς εἰρήνην ἥκατε πρός με εἴη μοι καρδία καθ’ ἑαυτὴν ἐφ’ ὑμᾶς καὶ εἰ τοῦ παραδοῦναί με τοῖς ἐχθροῖς μου οὐκ ἐν ἀληθείᾳ χειρός ἴδοι ὁ θεὸς τῶν πατέρων ἡμῶν καὶ ἐλέγξαιτο

19. Entonces el espíritu revistió a Amasay, jefe de los Treinta: «¡A ti, David! ¡Contigo, hijo de Jesé! ¡Paz, paz a ti! ¡Y paz a los que te ayuden, pues tu Dios te ayuda a ti!» David los recibió y los puso entre los jefes de las tropas.

19. καὶ πνεῦμα ἐνέδυσε τὸν Αμασαι ἄρχοντα τῶν τριάκοντα καὶ εἶπεν πορεύου καὶ ὁ λαός σου Δαυιδ υἱὸς Ιεσσαι εἰρήνη εἰρήνη σοι καὶ εἰρήνη τοῖς βοηθοῖς σου ὅτι ἐβοήθησέν σοι ὁ θεός σου καὶ προσεδέξατο αὐτοὺς Δαυιδ καὶ κατέστησεν αὐτοὺς ἄρχοντας τῶν δυνάμεων

20. También de Manasés se pasaron algunos a David, cuando éste iba con los filisteos a la guerra contra Saúl, aunque no les ayudaron, porque los tiranos de los filisteos, habido consejo, le despidieron, diciendo: «Se pasará a Saúl, su señor, con nuestras cabezas.»

20. καὶ ἀπὸ Μανασση προσεχώρησαν πρὸς Δαυιδ ἐν τῷ ἐλθεῖν τοὺς ἀλλοφύλους ἐπὶ Σαουλ εἰς πόλεμον καὶ οὐκ ἐβοήθησεν αὐτοῖς ὅτι ἐν βουλῇ ἐγένετο παρὰ τῶν στρατηγῶν τῶν ἀλλοφύλων λεγόντων ἐν ταῖς κεφαλαῖς τῶν ἀνδρῶν ἐκείνων ἐπιστρέψει πρὸς τὸν κύριον αὐτοῦ Σαουλ

21. Cuando regresó a Siquelag, pasáronse a él algunos de los hijos de Manasés: Adná, Yozabad, Yediel, Miguel, Yozabad, Elihú y Silletay, jefes de millares de Manasés.

21. ἐν τῷ πορευθῆναι αὐτὸν εἰς Σωκλαγ προσεχώρησαν αὐτῷ ἀπὸ Μανασση Εδνα καὶ Ιωζαβαθ καὶ Ιωδιηλ καὶ Μιχαηλ καὶ Ιωσαβεθ καὶ Ελιμουθ καὶ Σελαθι ἀρχηγοὶ χιλιάδων εἰσὶν τοῦ Μανασση

22. Estos ayudaron a David al frente de algunas partidas, pues todos eran hombres valientes y llegaron a ser jefes en el ejército.

22. καὶ αὐτοὶ συνεμάχησαν τῷ Δαυιδ ἐπὶ τὸν γεδδουρ ὅτι δυνατοὶ ἰσχύος πάντες καὶ ἦσαν ἡγούμενοι ἐν τῇ στρατιᾷ ἐν τῇ δυνάμει

23. Cada día, en efecto, acudía gente a David para ayudarle, hasta que el campamento llegó a ser grande, como un campamento de Dios.

23. ὅτι ἡμέραν ἐξ ἡμέρας ἤρχοντο πρὸς Δαυιδ εἰς δύναμιν μεγάλην ὡς δύναμις θεοῦ

24. Este es el número de los guerreros preparados para la guerra que vinieron donde David, a Hebrón, para transferirle el reino de Saúl, conforme a la orden de Yahveh.

24. καὶ ταῦτα τὰ ὀνόματα τῶν ἀρχόντων τῆς στρατιᾶς οἱ ἐλθόντες πρὸς Δαυιδ εἰς Χεβρων τοῦ ἀποστρέψαι τὴν βασιλείαν Σαουλ πρὸς αὐτὸν κατὰ τὸν λόγον κυρίου

25. De los hijos de Judá, llevando escudo y lanza, 6.800, armados para la guerra.

25. υἱοὶ Ιουδα θυρεοφόροι καὶ δορατοφόροι ἓξ χιλιάδες καὶ ὀκτακόσιοι δυνατοὶ παρατάξεως

26. De los hijos de Simeón, hombres valerosos para la guerra, 7.100.

26. τῶν υἱῶν Συμεων δυνατοὶ ἰσχύος εἰς παράταξιν ἑπτὰ χιλιάδες καὶ ἑκατόν

27. De los hijos de Leví, 4.600.

27. τῶν υἱῶν Λευι τετρακισχίλιοι ἑξακόσιοι

28. Yehoyadá, príncipe de los hijos de Aarón, con otros 3.700.

28. καὶ Ιωαδαε ὁ ἡγούμενος τῷ Ααρων καὶ μετ’ αὐτοῦ τρεῖς χιλιάδες καὶ ἑπτακόσιοι

29. Sadoq, joven y valeroso, con veintidós jefes de su casa paterna.

29. καὶ Σαδωκ νέος δυνατὸς ἰσχύι καὶ τῆς πατρικῆς οἰκίας αὐτοῦ ἄρχοντες εἴκοσι δύο

30. De los hijos de Benjamín, hermano de Saúl, 3.000; hasta entonces la mayor parte de ellos habían permanecido fieles a la casa de Saúl.

30. καὶ ἐκ τῶν υἱῶν Βενιαμιν τῶν ἀδελφῶν Σαουλ τρεῖς χιλιάδες καὶ ἔτι τὸ πλεῖστον αὐτῶν ἀπεσκόπει τὴν φυλακὴν οἴκου Σαουλ

31. De los hijos de Efraím, 20.800 hombres valientes, famosos en sus casas paternas.

31. καὶ ἀπὸ υἱῶν Εφραιμ εἴκοσι χιλιάδες καὶ ὀκτακόσιοι δυνατοὶ ἰσχύι ἄνδρες ὀνομαστοὶ κατ’ οἴκους πατριῶν αὐτῶν

32. De la media tribu de Manasés, 18.000, nominalmente designados para ir a proclamar rey a David.

32. καὶ ἀπὸ τοῦ ἡμίσους φυλῆς Μανασση δέκα ὀκτὼ χιλιάδες οἳ ὠνομάσθησαν ἐν ὀνόματι τοῦ βασιλεῦσαι τὸν Δαυιδ

33. De los hijos de Isacar, duchos en discernir las oportunidades y saber lo que Israel debía hacer, 200 jefes, y todos sus hermanos bajo sus órdenes.

33. καὶ ἀπὸ τῶν υἱῶν Ισσαχαρ γινώσκοντες σύνεσιν εἰς τοὺς καιρούς γινώσκοντες τί ποιήσαι Ισραηλ εἰς τὰς ἀρχὰς αὐτῶν διακόσιοι καὶ πάντες ἀδελφοὶ αὐτῶν μετ’ αὐτῶν

34. De Zabulón, 50.000 aptos para salir a campaña, preparados para la batalla, provistos de todas las armas de guerra, audaces en la lucha, con corazón entero.

34. καὶ ἀπὸ Ζαβουλων ἐκπορευόμενοι εἰς παράταξιν πολέμου ἐν πᾶσιν σκεύεσιν πολεμικοῖς πεντήκοντα χιλιάδες βοηθῆσαι τῷ Δαυιδ οὐχ ἑτεροκλινῶς

35. De Neftalí, 1.000 jefes, y con ellos 37.000 hombres con escudo y lanza.

35. καὶ ἀπὸ Νεφθαλι ἄρχοντες χίλιοι καὶ μετ’ αὐτῶν ἐν θυρεοῖς καὶ δόρασιν τριάκοντα ἑπτὰ χιλιάδες

36. De los danitas, preparados para la batalla, 28.600.

36. καὶ ἀπὸ τῶν Δανιτῶν παρατασσόμενοι εἰς πόλεμον εἴκοσι ὀκτὼ χιλιάδες καὶ ὀκτακόσιοι

37. De Aser, aptos para salir a campaña y preparados para la batalla, 40.000.

37. καὶ ἀπὸ τοῦ Ασηρ ἐκπορευόμενοι βοηθῆσαι εἰς πόλεμον τεσσαράκοντα χιλιάδες

38. Y de Transjordania, de los rubenitas, de los gaditas y de la media tribu de Manasés, provistos de todos los pertrechos de guerra para la batalla, 120.000.

38. καὶ ἐκ πέραν τοῦ Ιορδάνου ἀπὸ Ρουβην καὶ Γαδδι καὶ ἀπὸ τοῦ ἡμίσους φυλῆς Μανασση ἐν πᾶσιν σκεύεσιν πολεμικοῖς ἑκατὸν εἴκοσι χιλιάδες

39. Todos estos hombres de guerra, formados en orden de batalla, vinieron a Hebrón con corazón entero para proclamar a David rey sobre todo Israel; y los demás israelitas estaban unánimes en hacer rey a David.

39. πάντες οὗτοι ἄνδρες πολεμισταὶ παρατασσόμενοι παράταξιν ἐν ψυχῇ εἰρηνικῇ καὶ ἦλθον εἰς Χεβρων τοῦ βασιλεῦσαι τὸν Δαυιδ ἐπὶ πάντα Ισραηλ καὶ ὁ κατάλοιπος Ισραηλ ψυχὴ μία τοῦ βασιλεῦσαι τὸν Δαυιδ

40. Permanecieron allí con David tres días comiendo y bebiendo, porque sus hermanos les proveían.

40. καὶ ἦσαν ἐκεῖ ἡμέρας τρεῖς ἐσθίοντες καὶ πίνοντες ὅτι ἡτοίμασαν αὐτοῖς οἱ ἀδελφοὶ αὐτῶν

41. Además, los que estaban cerca y hasta de Isacar, Zabulón y Neftalí traían víveres en asnos, camellos, mulos y bueyes; provisiones de harina, tortas de higos y pasas, vino, aceite, ganado mayor y menor en abundancia; pues reinaba la alegría en Israel.

41. καὶ οἱ ὁμοροῦντες αὐτοῖς ἕως Ισσαχαρ καὶ Ζαβουλων καὶ Νεφθαλι ἔφερον αὐτοῖς ἐπὶ τῶν καμήλων καὶ τῶν ὄνων καὶ τῶν ἡμιόνων καὶ ἐπὶ τῶν μόσχων βρώματα ἄλευρα παλάθας σταφίδας οἶνον καὶ ἔλαιον μόσχους καὶ πρόβατα εἰς πλῆθος ὅτι εὐφροσύνη ἐν Ισραηλ



Lue Raamattu vuodessa

Liity yhteisöömme ja lue koko Raamattu 365 päivässä. Jäsennelty ja inspiroiva polku uskosi ja Raamatun tuntemuksesi syventämiseen.