Psalms, 65
1. Unto the end, a canticle of a psalm of the resurrection. Shout with joy to God, all the earth,
1. Gr. Psalm 65 (Heb. 66) εἰς τὸ τέλος ᾠδὴ ψαλμοῦ ἀναστάσεως ἀλαλάξατε τῷ θεῷ πᾶσα ἡ γῆ
2. sing ye a psalm to his name; give glory to his praise.
2. ψάλατε δὴ τῷ ὀνόματι αὐτοῦ δότε δόξαν αἰνέσει αὐτοῦ
3. Say unto God, How terrible are thy works, O Lord! in the multitude of thy strength thy enemies shall lie to thee.
3. εἴπατε τῷ θεῷ ὡς φοβερὰ τὰ ἔργα σου ἐν τῷ πλήθει τῆς δυνάμεώς σου ψεύσονταί σε οἱ ἐχθροί σου
4. Let all the earth adore thee, and sing to thee: let it sing a psalm to thy name.
4. πᾶσα ἡ γῆ προσκυνησάτωσάν σοι καὶ ψαλάτωσάν σοι ψαλάτωσαν τῷ ὀνόματί σου διάψαλμα
5. Come and see the works of God; who is terrible in his counsels over the sons of men.
5. δεῦτε καὶ ἴδετε τὰ ἔργα τοῦ θεοῦ φοβερὸς ἐν βουλαῖς ὑπὲρ τοὺς υἱοὺς τῶν ἀνθρώπων
6. Who turneth the sea into dry land, in the river they shall pass on foot: there shall we rejoice in him.
6. ὁ μεταστρέφων τὴν θάλασσαν εἰς ξηράν ἐν ποταμῷ διελεύσονται ποδί ἐκεῖ εὐφρανθησόμεθα ἐπ’ αὐτῷ
7. Who by his power ruleth for ever: his eyes behold the nations; let not them that provoke him he exalted in themselves.
7. τῷ δεσπόζοντι ἐν τῇ δυναστείᾳ αὐτοῦ τοῦ αἰῶνος οἱ ὀφθαλμοὶ αὐτοῦ ἐπὶ τὰ ἔθνη ἐπιβλέπουσιν οἱ παραπικραίνοντες μὴ ὑψούσθωσαν ἐν ἑαυτοῖς διάψαλμα
8. O bless our God, ye Gentiles: and make the voice of his praise to be heard.
8. εὐλογεῖτε ἔθνη τὸν θεὸν ἡμῶν καὶ ἀκουτίσασθε τὴν φωνὴν τῆς αἰνέσεως αὐτοῦ
9. Who hath set my soul to live: and hath not suffered my feet to be moved:
9. τοῦ θεμένου τὴν ψυχήν μου εἰς ζωὴν καὶ μὴ δόντος εἰς σάλον τοὺς πόδας μου
10. For thou, O God, hast proved us: thou hast tried us by fire, as silver is tried.
10. ὅτι ἐδοκίμασας ἡμᾶς ὁ θεός ἐπύρωσας ἡμᾶς ὡς πυροῦται τὸ ἀργύριον
11. Thou hast brought us into a net, thou hast laid afflictions on our back:
11. εἰσήγαγες ἡμᾶς εἰς τὴν παγίδα ἔθου θλίψεις ἐπὶ τὸν νῶτον ἡμῶν
12. thou hast set men over our heads. We have passed through tire and water, and thou hast brought us out into a refreshment.
12. ἐπεβίβασας ἀνθρώπους ἐπὶ τὰς κεφαλὰς ἡμῶν διήλθομεν διὰ πυρὸς καὶ ὕδατος καὶ ἐξήγαγες ἡμᾶς εἰς ἀναψυχήν
13. I will go into thy house with burnt offerings: I will pay thee my vows,
13. εἰσελεύσομαι εἰς τὸν οἶκόν σου ἐν ὁλοκαυτώμασιν ἀποδώσω σοι τὰς εὐχάς μου
14. which my lips have uttered, And my mouth hath spoken, when I was in trouble.
14. ἃς διέστειλεν τὰ χείλη μου καὶ ἐλάλησεν τὸ στόμα μου ἐν τῇ θλίψει μου
15. I will offer up to thee holocausts full of marrow, with burnt offerings of rams: I will offer to thee bullocks with goats.
15. ὁλοκαυτώματα μεμυαλωμένα ἀνοίσω σοι μετὰ θυμιάματος καὶ κριῶν ποιήσω σοι βόας μετὰ χιμάρων διάψαλμα
16. Come and hear, all ye that fear God, and I will tell you what great things he hath done for my soul.
16. δεῦτε ἀκούσατε καὶ διηγήσομαι πάντες οἱ φοβούμενοι τὸν θεόν ὅσα ἐποίησεν τῇ ψυχῇ μου
17. I cried to him with my mouth: and I extolled him with my tongue.
17. πρὸς αὐτὸν τῷ στόματί μου ἐκέκραξα καὶ ὕψωσα ὑπὸ τὴν γλῶσσάν μου
18. If I have looked at iniquity in my heart, the Lord will not hear me.
18. ἀδικίαν εἰ ἐθεώρουν ἐν καρδίᾳ μου μὴ εἰσακουσάτω κύριος
19. Therefore hath God heard me, and hath attended to the voice of my supplication.
19. διὰ τοῦτο εἰσήκουσέν μου ὁ θεός προσέσχεν τῇ φωνῇ τῆς δεήσεώς μου
20. Blessed be God, who hath not turned away my prayer, nor his mercy from me.
20. εὐλογητὸς ὁ θεός ὃς οὐκ ἀπέστησεν τὴν προσευχήν μου καὶ τὸ ἔλεος αὐτοῦ ἀπ’ ἐμοῦ
