Mosaico decorativo

Löydetty 30963 Tulokset: ᾯ

  • ἐκ φυλῆς ζαβουλὼν δώδεκα χιλιάδες, ἐκ φυλῆς ἰωσὴφ δώδεκα χιλιάδες, ἐκ φυλῆς βενιαμὶν δώδεκα χιλιάδες ἐσφραγισμένοι. (Apocalipse 7, 8)

  • μετὰ ταῦτα εἶδον, καὶ ἰδοὺ ὄχλος πολύς, ὃν ἀριθμῆσαι αὐτὸν οὐδεὶς ἐδύνατο, ἐκ παντὸς ἔθνους καὶ φυλῶν καὶ λαῶν καὶ γλωσσῶν, ἑστῶτες ἐνώπιον τοῦ θρόνου καὶ ἐνώπιον τοῦ ἀρνίου, περιβεβλημένους στολὰς λευκάς, καὶ φοίνικες ἐν ταῖς χερσὶν αὐτῶν· (Apocalipse 7, 9)

  • καὶ κράζουσιν φωνῇ μεγάλῃ λέγοντες, ἡ σωτηρία τῶ θεῶ ἡμῶν τῶ καθημένῳ ἐπὶ τῶ θρόνῳ καὶ τῶ ἀρνίῳ. (Apocalipse 7, 10)

  • καὶ πάντες οἱ ἄγγελοι εἱστήκεισαν κύκλῳ τοῦ θρόνου καὶ τῶν πρεσβυτέρων καὶ τῶν τεσσάρων ζῴων, καὶ ἔπεσαν ἐνώπιον τοῦ θρόνου ἐπὶ τὰ πρόσωπα αὐτῶν καὶ προσεκύνησαν τῶ θεῶ, (Apocalipse 7, 11)

  • λέγοντες, ἀμήν· ἡ εὐλογία καὶ ἡ δόξα καὶ ἡ σοφία καὶ ἡ εὐχαριστία καὶ ἡ τιμὴ καὶ ἡ δύναμις καὶ ἡ ἰσχὺς τῶ θεῶ ἡμῶν εἰς τοὺς αἰῶνας τῶν αἰώνων· ἀμήν. (Apocalipse 7, 12)

  • καὶ ἀπεκρίθη εἷς ἐκ τῶν πρεσβυτέρων λέγων μοι, οὖτοι οἱ περιβεβλημένοι τὰς στολὰς τὰς λευκὰς τίνες εἰσὶν καὶ πόθεν ἦλθον; (Apocalipse 7, 13)

  • καὶ εἴρηκα αὐτῶ, κύριέ μου, σὺ οἶδας. καὶ εἶπέν μοι, οὖτοί εἰσιν οἱ ἐρχόμενοι ἐκ τῆς θλίψεως τῆς μεγάλης, καὶ ἔπλυναν τὰς στολὰς αὐτῶν καὶ ἐλεύκαναν αὐτὰς ἐν τῶ αἵματι τοῦ ἀρνίου. (Apocalipse 7, 14)

  • διὰ τοῦτό εἰσιν ἐνώπιον τοῦ θρόνου τοῦ θεοῦ, καὶ λατρεύουσιν αὐτῶ ἡμέρας καὶ νυκτὸς ἐν τῶ ναῶ αὐτοῦ, καὶ ὁ καθήμενος ἐπὶ τοῦ θρόνου σκηνώσει ἐπ᾽ αὐτούς. (Apocalipse 7, 15)

  • ὅτι τὸ ἀρνίον τὸ ἀνὰ μέσον τοῦ θρόνου ποιμανεῖ αὐτούς, καὶ ὁδηγήσει αὐτοὺς ἐπὶ ζωῆς πηγὰς ὑδάτων· καὶ ἐξαλείψει ὁ θεὸς πᾶν δάκρυον ἐκ τῶν ὀφθαλμῶν αὐτῶν. (Apocalipse 7, 17)

  • καὶ ὅταν ἤνοιξεν τὴν σφραγῖδα τὴν ἑβδόμην, ἐγένετο σιγὴ ἐν τῶ οὐρανῶ ὡς ἡμιώριον. (Apocalipse 8, 1)

  • καὶ εἶδον τοὺς ἑπτὰ ἀγγέλους οἳ ἐνώπιον τοῦ θεοῦ ἑστήκασιν, καὶ ἐδόθησαν αὐτοῖς ἑπτὰ σάλπιγγες. (Apocalipse 8, 2)

  • καὶ ἄλλος ἄγγελος ἦλθεν καὶ ἐστάθη ἐπὶ τοῦ θυσιαστηρίου ἔχων λιβανωτὸν χρυσοῦν, καὶ ἐδόθη αὐτῶ θυμιάματα πολλὰ ἵνα δώσει ταῖς προσευχαῖς τῶν ἁγίων πάντων ἐπὶ τὸ θυσιαστήριον τὸ χρυσοῦν τὸ ἐνώπιον τοῦ θρόνου. (Apocalipse 8, 3)


"As almas! As almas! Se alguém soubesse o preço que custam". São Padre Pio de Pietrelcina