Löydetty 11195 Tulokset: Ὡς
ὅς ἐστιν εἰκὼν τοῦ θεοῦ τοῦ ἀοράτου, πρωτότοκος πάσης κτίσεως, (Colossenses 1, 15)
ἧς ἐγενόμην ἐγὼ διάκονος κατὰ τὴν οἰκονομίαν τοῦ θεοῦ τὴν δοθεῖσάν μοι εἰς ὑμᾶς πληρῶσαι τὸν λόγον τοῦ θεοῦ, (Colossenses 1, 25)
ἵνα παρακληθῶσιν αἱ καρδίαι αὐτῶν, συμβιβασθέντες ἐν ἀγάπῃ καὶ εἰς πᾶν πλοῦτος τῆς πληροφορίας τῆς συνέσεως, εἰς ἐπίγνωσιν τοῦ μυστηρίου τοῦ θεοῦ, χριστοῦ, (Colossenses 2, 2)
ἐν ᾧ εἰσιν πάντες οἱ θησαυροὶ τῆς σοφίας καὶ γνώσεως ἀπόκρυφοι. (Colossenses 2, 3)
εἰ γὰρ καὶ τῇ σαρκὶ ἄπειμι, ἀλλὰ τῶ πνεύματι σὺν ὑμῖν εἰμι, χαίρων καὶ βλέπων ὑμῶν τὴν τάξιν καὶ τὸ στερέωμα τῆς εἰς χριστὸν πίστεως ὑμῶν. (Colossenses 2, 5)
ὡς οὗν παρελάβετε τὸν χριστὸν ἰησοῦν τὸν κύριον, ἐν αὐτῶ περιπατεῖτε, (Colossenses 2, 6)
ἐρριζωμένοι καὶ ἐποικοδομούμενοι ἐν αὐτῶ καὶ βεβαιούμενοι τῇ πίστει καθὼς ἐδιδάχθητε, περισσεύοντες ἐν εὐχαριστίᾳ. (Colossenses 2, 7)
ὅτι ἐν αὐτῶ κατοικεῖ πᾶν τὸ πλήρωμα τῆς θεότητος σωματικῶς, (Colossenses 2, 9)
συνταφέντες αὐτῶ ἐν τῶ βαπτισμῶ, ἐν ᾧ καὶ συνηγέρθητε διὰ τῆς πίστεως τῆς ἐνεργείας τοῦ θεοῦ τοῦ ἐγείραντος αὐτὸν ἐκ νεκρῶν· (Colossenses 2, 12)
ἐξαλείψας τὸ καθ᾽ ἡμῶν χειρόγραφον τοῖς δόγμασιν ὃ ἦν ὑπεναντίον ἡμῖν, καὶ αὐτὸ ἦρκεν ἐκ τοῦ μέσου προσηλώσας αὐτὸ τῶ σταυρῶ· (Colossenses 2, 14)
μὴ οὗν τις ὑμᾶς κρινέτω ἐν βρώσει καὶ ἐν πόσει ἢ ἐν μέρει ἑορτῆς ἢ νεομηνίας ἢ σαββάτων, (Colossenses 2, 16)
εἰ ἀπεθάνετε σὺν χριστῶ ἀπὸ τῶν στοιχείων τοῦ κόσμου, τί ὡς ζῶντες ἐν κόσμῳ δογματίζεσθε, (Colossenses 2, 20)