Mosaico decorativo

Löydetty 11195 Tulokset: Ὡς

  • λάλησον πρὸς τοὺς υἱοὺς Ισραηλ λέγων ψυχὴ ἐὰν ἁμάρτῃ ἔναντι κυρίου ἀκουσίως ἀπὸ τῶν προσταγμάτων κυρίου ὧν οὐ δεῖ ποιεῖν καὶ ποιήσῃ ἕν τι ἀπ’ αὐτῶν (Levítico 4, 2)

  • καὶ ἐπιθήσει ὁ ἱερεὺς ἀπὸ τοῦ αἵματος τοῦ μόσχου ἐπὶ τὰ κέρατα τοῦ θυσιαστηρίου τοῦ θυμιάματος τῆς συνθέσεως τοῦ ἐναντίον κυρίου ὅ ἐστιν ἐν τῇ σκηνῇ τοῦ μαρτυρίου καὶ πᾶν τὸ αἷμα τοῦ μόσχου ἐκχεεῖ παρὰ τὴν βάσιν τοῦ θυσιαστηρίου τῶν ὁλοκαυτωμάτων ὅ ἐστιν παρὰ τὰς θύρας τῆς σκηνῆς τοῦ μαρτυρίου (Levítico 4, 7)

  • ὃν τρόπον ἀφαιρεῖται ἀπὸ τοῦ μόσχου τοῦ τῆς θυσίας τοῦ σωτηρίου καὶ ἀνοίσει ὁ ἱερεὺς ἐπὶ τὸ θυσιαστήριον τῆς καρπώσεως (Levítico 4, 10)

  • καὶ ἐξοίσουσιν ὅλον τὸν μόσχον ἔξω τῆς παρεμβολῆς εἰς τόπον καθαρόν οὗ ἐκχεοῦσιν τὴν σποδιάν καὶ κατακαύσουσιν αὐτὸν ἐπὶ ξύλων ἐν πυρί ἐπὶ τῆς ἐκχύσεως τῆς σποδιᾶς καυθήσεται (Levítico 4, 12)

  • ἐὰν δὲ πᾶσα συναγωγὴ Ισραηλ ἀγνοήσῃ ἀκουσίως καὶ λάθῃ ῥῆμα ἐξ ὀφθαλμῶν τῆς συναγωγῆς καὶ ποιήσωσιν μίαν ἀπὸ πασῶν τῶν ἐντολῶν κυρίου ἣ οὐ ποιηθήσεται καὶ πλημμελήσωσιν (Levítico 4, 13)

  • καὶ γνωσθῇ αὐτοῖς ἡ ἁμαρτία ἣν ἥμαρτον ἐν αὐτῇ καὶ προσάξει ἡ συναγωγὴ μόσχον ἐκ βοῶν ἄμωμον περὶ τῆς ἁμαρτίας καὶ προσάξει αὐτὸν παρὰ τὰς θύρας τῆς σκηνῆς τοῦ μαρτυρίου (Levítico 4, 14)

  • καὶ ἀπὸ τοῦ αἵματος ἐπιθήσει ὁ ἱερεὺς ἐπὶ τὰ κέρατα τοῦ θυσιαστηρίου τῶν θυμιαμάτων τῆς συνθέσεως ὅ ἐστιν ἐνώπιον κυρίου ὅ ἐστιν ἐν τῇ σκηνῇ τοῦ μαρτυρίου καὶ τὸ πᾶν αἷμα ἐκχεεῖ πρὸς τὴν βάσιν τοῦ θυσιαστηρίου τῶν καρπώσεων τῶν πρὸς τῇ θύρᾳ τῆς σκηνῆς τοῦ μαρτυρίου (Levítico 4, 18)

  • καὶ ποιήσει τὸν μόσχον ὃν τρόπον ἐποίησεν τὸν μόσχον τὸν τῆς ἁμαρτίας οὕτως ποιηθήσεται καὶ ἐξιλάσεται περὶ αὐτῶν ὁ ἱερεύς καὶ ἀφεθήσεται αὐτοῖς ἡ ἁμαρτία (Levítico 4, 20)

  • ἐὰν δὲ ὁ ἄρχων ἁμάρτῃ καὶ ποιήσῃ μίαν ἀπὸ πασῶν τῶν ἐντολῶν κυρίου τοῦ θεοῦ αὐτῶν ἣ οὐ ποιηθήσεται ἀκουσίως καὶ ἁμάρτῃ καὶ πλημμελήσῃ (Levítico 4, 22)

  • καὶ γνωσθῇ αὐτῷ ἡ ἁμαρτία ἣν ἥμαρτεν ἐν αὐτῇ καὶ προσοίσει τὸ δῶρον αὐτοῦ χίμαρον ἐξ αἰγῶν ἄρσεν ἄμωμον (Levítico 4, 23)

  • καὶ τὸ πᾶν στέαρ αὐτοῦ ἀνοίσει ἐπὶ τὸ θυσιαστήριον ὥσπερ τὸ στέαρ θυσίας σωτηρίου καὶ ἐξιλάσεται περὶ αὐτοῦ ὁ ἱερεὺς ἀπὸ τῆς ἁμαρτίας αὐτοῦ καὶ ἀφεθήσεται αὐτῷ (Levítico 4, 26)

  • ἐὰν δὲ ψυχὴ μία ἁμάρτῃ ἀκουσίως ἐκ τοῦ λαοῦ τῆς γῆς ἐν τῷ ποιῆσαι μίαν ἀπὸ πασῶν τῶν ἐντολῶν κυρίου ἣ οὐ ποιηθήσεται καὶ πλημμελήσῃ (Levítico 4, 27)


"Na igreja se fala somente com Deus." São Padre Pio de Pietrelcina