Löydetty 11195 Tulokset: Ὡς
μὴ διαμάχου μετὰ ἀνθρώπου γλωσσώδους καὶ μὴ ἐπιστοιβάσῃς ἐπὶ τὸ πῦρ αὐτοῦ ξύλα (Eclesiástico 8, 3)
μὴ ἐξαναστῇς ἀπὸ προσώπου ὑβριστοῦ ἵνα μὴ ἐγκαθίσῃ ὡς ἔνεδρον τῷ στόματί σου (Eclesiástico 8, 11)
μὴ δανείσῃς ἀνθρώπῳ ἰσχυροτέρῳ σου καὶ ἐὰν δανείσῃς ὡς ἀπολωλεκὼς γίνου (Eclesiástico 8, 12)
μὴ ἐγγυήσῃ ὑπὲρ δύναμίν σου καὶ ἐὰν ἐγγυήσῃ ὡς ἀποτείσων φρόντιζε (Eclesiástico 8, 13)
μετὰ θυμώδους μὴ ποιήσῃς μάχην καὶ μὴ διαπορεύου μετ’ αὐτοῦ τὴν ἔρημον ὅτι ὡς οὐδὲν ἐν ὀφθαλμοῖς αὐτοῦ αἷμα καὶ ὅπου οὐκ ἔστιν βοήθεια καταβαλεῖ σε (Eclesiástico 8, 16)
μὴ δῷς γυναικὶ τὴν ψυχήν σου ἐπιβῆναι αὐτὴν ἐπὶ τὴν ἰσχύν σου (Eclesiástico 9, 2)
μετὰ ψαλλούσης μὴ ἐνδελέχιζε μήποτε ἁλῷς ἐν τοῖς ἐπιχειρήμασιν αὐτῆς (Eclesiástico 9, 4)
μὴ δῷς πόρναις τὴν ψυχήν σου ἵνα μὴ ἀπολέσῃς τὴν κληρονομίαν σου (Eclesiástico 9, 6)
μὴ περιβλέπου ἐν ῥύμαις πόλεως καὶ ἐν ταῖς ἐρήμοις αὐτῆς μὴ πλανῶ (Eclesiástico 9, 7)
ἀπόστρεψον ὀφθαλμὸν ἀπὸ γυναικὸς εὐμόρφου καὶ μὴ καταμάνθανε κάλλος ἀλλότριον ἐν κάλλει γυναικὸς πολλοὶ ἐπλανήθησαν καὶ ἐκ τούτου φιλία ὡς πῦρ ἀνακαίεται (Eclesiástico 9, 8)
μὴ εὐδοκήσῃς ἐν εὐδοκίᾳ ἀσεβῶν μνήσθητι ὅτι ἕως ᾅδου οὐ μὴ δικαιωθῶσιν (Eclesiástico 9, 12)
μακρὰν ἄπεχε ἀπὸ ἀνθρώπου ὃς ἔχει ἐξουσίαν τοῦ φονεύειν καὶ οὐ μὴ ὑποπτεύσῃς φόβον θανάτου κἂν προσέλθῃς μὴ πλημμελήσῃς ἵνα μὴ ἀφέληται τὴν ζωήν σου ἐπίγνωθι ὅτι ἐν μέσῳ παγίδων διαβαίνεις καὶ ἐπὶ ἐπάλξεων πόλεως περιπατεῖς (Eclesiástico 9, 13)