Löydetty 11195 Tulokset: Ὡς
ὡς δ’ ἂν ᾖ θέλημα ἐν οὐρανῷ οὕτως ποιήσει (I Macabeus 3, 60)
ὥστε ἐπιβαλεῖν ἐπὶ τὴν παρεμβολὴν τῶν Ιουδαίων καὶ πατάξαι αὐτοὺς ἄφνω καὶ υἱοὶ τῆς ἄκρας ἦσαν αὐτῷ ὁδηγοί (I Macabeus 4, 2)
καὶ ἤκουσεν Ιουδας καὶ ἀπῆρεν αὐτὸς καὶ οἱ δυνατοὶ πατάξαι τὴν δύναμιν τοῦ βασιλέως τὴν ἐν Αμμαους (I Macabeus 4, 3)
ἕως ἔτι ἐσκορπισμέναι ἦσαν αἱ δυνάμεις ἀπὸ τῆς παρεμβολῆς (I Macabeus 4, 4)
καὶ ἅμα ἡμέρᾳ ὤφθη Ιουδας ἐν τῷ πεδίῳ ἐν τρισχιλίοις ἀνδράσιν πλὴν καλύμματα καὶ μαχαίρας οὐκ εἶχον ὡς ἠβούλοντο (I Macabeus 4, 6)
μνήσθητε ὡς ἐσώθησαν οἱ πατέρες ἡμῶν ἐν θαλάσσῃ ἐρυθρᾷ ὅτε ἐδίωκεν αὐτοὺς Φαραω ἐν δυνάμει (I Macabeus 4, 9)
οἱ δὲ ἔσχατοι πάντες ἔπεσον ἐν ῥομφαίᾳ καὶ ἐδίωξαν αὐτοὺς ἕως Γαζηρων καὶ ἕως τῶν πεδίων τῆς Ιδουμαίας καὶ Ἀζώτου καὶ Ιαμνείας καὶ ἔπεσαν ἐξ αὐτῶν εἰς ἄνδρας τρισχιλίους (I Macabeus 4, 15)
καὶ ἐν τῷ ἐρχομένῳ ἐνιαυτῷ συνελόχησεν ἀνδρῶν ἐπιλέκτων ἑξήκοντα χιλιάδας καὶ πεντακισχιλίαν ἵππον ὥστε ἐκπολεμῆσαι αὐτούς (I Macabeus 4, 28)
οὕτως σύγκλεισον τὴν παρεμβολὴν ταύτην ἐν χειρὶ λαοῦ σου Ισραηλ καὶ αἰσχυνθήτωσαν ἐπὶ τῇ δυνάμει καὶ τῇ ἵππῳ αὐτῶν (I Macabeus 4, 31)
δὸς αὐτοῖς δειλίαν καὶ τῆξον θράσος ἰσχύος αὐτῶν καὶ σαλευθήτωσαν τῇ συντριβῇ αὐτῶν (I Macabeus 4, 32)
κατάβαλε αὐτοὺς ῥομφαίᾳ ἀγαπώντων σε καὶ αἰνεσάτωσάν σε πάντες οἱ εἰδότες τὸ ὄνομά σου ἐν ὕμνοις (I Macabeus 4, 33)
ἰδὼν δὲ Λυσίας τὴν γενομένην τροπὴν τῆς αὑτοῦ συντάξεως τῆς δὲ Ιουδου τὸ γεγενημένον θάρσος καὶ ὡς ἕτοιμοί εἰσιν ἢ ζῆν ἢ τεθνηκέναι γενναίως ἀπῆρεν εἰς Ἀντιόχειαν καὶ ἐξενολόγει πλεοναστὸν πάλιν παραγίνεσθαι εἰς τὴν Ιουδαίαν (I Macabeus 4, 35)