Mosaico decorativo

Löydetty 11195 Tulokset: Ὡς

  • ἐν ἔτει πρώτῳ Κύρου βασιλέως Κῦρος ὁ βασιλεὺς ἔθηκεν γνώμην περὶ οἴκου τοῦ θεοῦ τοῦ ἐν Ιερουσαλημ οἶκος οἰκοδομηθήτω καὶ τόπος οὗ θυσιάζουσιν τὰ θυσιάσματα καὶ ἔθηκεν ἔπαρμα ὕψος πήχεις ἑξήκοντα πλάτος αὐτοῦ πήχεων ἑξήκοντα (Neemias 6, 3)

  • καὶ δόμοι λίθινοι κραταιοὶ τρεῖς καὶ δόμος ξύλινος εἷς καὶ ἡ δαπάνη ἐξ οἴκου τοῦ βασιλέως δοθήσεται (Neemias 6, 4)

  • ἄφετε τὸ ἔργον οἴκου τοῦ θεοῦ οἱ ἀφηγούμενοι τῶν Ιουδαίων καὶ οἱ πρεσβύτεροι τῶν Ιουδαίων οἶκον τοῦ θεοῦ ἐκεῖνον οἰκοδομείτωσαν ἐπὶ τοῦ τόπου αὐτοῦ (Neemias 6, 7)

  • καὶ ἀπ’ ἐμοῦ ἐτέθη γνώμη μήποτέ τι ποιήσητε μετὰ τῶν πρεσβυτέρων τῶν Ιουδαίων τοῦ οἰκοδομῆσαι οἶκον τοῦ θεοῦ ἐκεῖνον καὶ ἀπὸ ὑπαρχόντων βασιλέως τῶν φόρων πέραν τοῦ ποταμοῦ ἐπιμελῶς δαπάνη ἔστω διδομένη τοῖς ἀνδράσιν ἐκείνοις τὸ μὴ καταργηθῆναι (Neemias 6, 8)

  • καὶ ὃ ἂν ὑστέρημα καὶ υἱοὺς βοῶν καὶ κριῶν καὶ ἀμνοὺς εἰς ὁλοκαυτώσεις τῷ θεῷ τοῦ οὐρανοῦ πυρούς ἅλας οἶνον ἔλαιον κατὰ τὸ ῥῆμα τῶν ἱερέων τῶν ἐν Ιερουσαλημ ἔστω διδόμενον αὐτοῖς ἡμέραν ἐν ἡμέρᾳ ὃ ἐὰν αἰτήσωσιν (Neemias 6, 9)

  • ἵνα ὦσιν προσφέροντες εὐωδίας τῷ θεῷ τοῦ οὐρανοῦ καὶ προσεύχωνται εἰς ζωὴν τοῦ βασιλέως καὶ τῶν υἱῶν αὐτοῦ (Neemias 6, 10)

  • καὶ ὁ θεός οὗ κατασκηνοῖ τὸ ὄνομα ἐκεῖ καταστρέψει πάντα βασιλέα καὶ λαόν ὃς ἐκτενεῖ τὴν χεῖρα αὐτοῦ ἀλλάξαι ἢ ἀφανίσαι τὸν οἶκον τοῦ θεοῦ ἐκεῖνον τὸν ἐν Ιερουσαλημ ἐγὼ Δαρεῖος ἔθηκα γνώμην ἐπιμελῶς ἔσται (Neemias 6, 12)

  • τότε Θανθαναι ἔπαρχος πέραν τοῦ ποταμοῦ Σαθαρβουζανα καὶ οἱ σύνδουλοι αὐτοῦ πρὸς ὃ ἀπέστειλεν Δαρεῖος ὁ βασιλεὺς οὕτως ἐποίησαν ἐπιμελῶς (Neemias 6, 13)

  • καὶ ἐτέλεσαν τὸν οἶκον τοῦτον ἕως ἡμέρας τρίτης μηνὸς Αδαρ ὅ ἐστιν ἔτος ἕκτον τῇ βασιλείᾳ Δαρείου τοῦ βασιλέως (Neemias 6, 15)

  • ὅτι ἐκαθαρίσθησαν οἱ ἱερεῖς καὶ οἱ Λευῖται ἕως εἷς πάντες καθαροὶ καὶ ἔσφαξαν τὸ πασχα τοῖς πᾶσιν υἱοῖς τῆς ἀποικεσίας καὶ τοῖς ἀδελφοῖς αὐτῶν τοῖς ἱερεῦσιν καὶ ἑαυτοῖς (Neemias 6, 20)

  • καὶ ἐποίησαν τὴν ἑορτὴν τῶν ἀζύμων ἑπτὰ ἡμέρας ἐν εὐφροσύνῃ ὅτι εὔφρανεν αὐτοὺς κύριος καὶ ἐπέστρεψεν καρδίαν βασιλέως Ασσουρ ἐπ’ αὐτοὺς κραταιῶσαι τὰς χεῖρας αὐτῶν ἐν ἔργοις οἴκου τοῦ θεοῦ Ισραηλ (Neemias 6, 22)

  • καὶ μετὰ τὰ ῥήματα ταῦτα ἐν βασιλείᾳ Αρθασασθα βασιλέως Περσῶν ἀνέβη Εσδρας υἱὸς Σαραιου υἱοῦ Αζαριου υἱοῦ Ελκια (Neemias 7, 1)


"As almas! As almas! Se alguém soubesse o preço que custam". São Padre Pio de Pietrelcina