Mosaico decorativo

Löydetty 35140 Tulokset: Ὁ

  • ὁμοίως γὰρ ὑμῖν ἀκούομεν τοῦ κυρίου ὑμῶν καὶ αὐτῷ ἐπιθύομεν ἀπὸ ἡμερῶν Ασβασαρεθ βασιλέως Ἀσσυρίων ὃς μετήγαγεν ἡμᾶς ἐνταῦθα (Esdras 5, 66)

  • καὶ εἶπεν αὐτοῖς Ζοροβαβελ καὶ Ἰησοῦς καὶ οἱ ἡγούμενοι τῶν πατριῶν τοῦ Ισραηλ οὐχ ὑμῖν καὶ ἡμῖν τοῦ οἰκοδομῆσαι τὸν οἶκον κυρίῳ τῷ θεῷ ἡμῶν (Esdras 5, 67)

  • ἡμεῖς γὰρ μόνοι οἰκοδομήσομεν τῷ κυρίῳ τοῦ Ισραηλ ἀκολούθως οἷς προσέταξεν ἡμῖν Κῦρος ὁ βασιλεὺς Περσῶν (Esdras 5, 68)

  • τὰ δὲ ἔθνη τῆς γῆς ἐπικείμενα τοῖς ἐν τῇ Ιουδαίᾳ καὶ πολιορκοῦντες εἶργον τοῦ οἰκοδομεῖν (Esdras 5, 69)

  • καὶ ἐπιβουλὰς καὶ δημαγωγίας καὶ ἐπισυστάσεις ποιούμενοι ἀπεκώλυσαν τοῦ ἐπιτελεσθῆναι τὴν οἰκοδομὴν πάντα τὸν χρόνον τῆς ζωῆς τοῦ βασιλέως Κύρου (Esdras 5, 70)

  • καὶ εἴρχθησαν τῆς οἰκοδομῆς ἔτη δύο ἕως τῆς Δαρείου βασιλείας (Esdras 5, 71)

  • ἐν δὲ τῷ δευτέρῳ ἔτει τῆς τοῦ Δαρείου βασιλείας ἐπροφήτευσεν Αγγαιος καὶ Ζαχαριας ὁ τοῦ Εδδι οἱ προφῆται ἐπὶ τοὺς Ιουδαίους τοὺς ἐν τῇ Ιουδαίᾳ καὶ Ιερουσαλημ ἐπὶ τῷ ὀνόματι κυρίου θεοῦ Ισραηλ ἐπ’ αὐτούς (Esdras 6, 1)

  • τότε στὰς Ζοροβαβελ ὁ τοῦ Σαλαθιηλ καὶ Ἰησοῦς ὁ τοῦ Ιωσεδεκ ἤρξαντο οἰκοδομεῖν τὸν οἶκον τοῦ κυρίου τὸν ἐν Ιερουσαλημ συνόντων τῶν προφητῶν τοῦ κυρίου βοηθούντων αὐτοῖς (Esdras 6, 2)

  • ἐν αὐτῷ τῷ χρόνῳ παρῆν πρὸς αὐτοὺς Σισίννης ὁ ἔπαρχος Συρίας καὶ Φοινίκης καὶ Σαθραβουζάνης καὶ οἱ συνέταιροι καὶ εἶπαν αὐτοῖς (Esdras 6, 3)

  • τίνος ὑμῖν συντάξαντος τὸν οἶκον τοῦτον οἰκοδομεῖτε καὶ τὴν στέγην ταύτην καὶ τἄλλα πάντα ἐπιτελεῖτε καὶ τίνες εἰσὶν οἱ οἰκοδόμοι οἱ ταῦτα ἐπιτελοῦντες (Esdras 6, 4)

  • καὶ ἔσχοσαν χάριν ἐπισκοπῆς γενομένης ἐπὶ τὴν αἰχμαλωσίαν παρὰ τοῦ κυρίου οἱ πρεσβύτεροι τῶν Ιουδαίων (Esdras 6, 5)

  • καὶ οὐκ ἐκωλύθησαν τῆς οἰκοδομῆς μέχρι τοῦ ὑποσημανθῆναι Δαρείῳ περὶ αὐτῶν καὶ προσφωνηθῆναι (Esdras 6, 6)


"Enquanto estivermos vivos sempre seremos tentados. A vida é uma contínua luta." São Padre Pio de Pietrelcina