Löydetty 35140 Tulokset: Ὁ
ἐν τῇ ἡμέρᾳ ἐκείνῃ τότε ἔταξεν Δαυιδ ἐν ἀρχῇ τοῦ αἰνεῖν τὸν κύριον ἐν χειρὶ Ασαφ καὶ τῶν ἀδελφῶν αὐτοῦ (I Crônicas 16, 7)
ἐξομολογεῖσθε τῷ κυρίῳ ἐπικαλεῖσθε αὐτὸν ἐν ὀνόματι αὐτοῦ γνωρίσατε ἐν λαοῖς τὰ ἐπιτηδεύματα αὐτοῦ (I Crônicas 16, 8)
ᾄσατε αὐτῷ καὶ ὑμνήσατε αὐτῷ διηγήσασθε πᾶσιν τὰ θαυμάσια αὐτοῦ ἃ ἐποίησεν κύριος (I Crônicas 16, 9)
αἰνεῖτε ἐν ὀνόματι ἁγίῳ αὐτοῦ εὐφρανθήσεται καρδία ζητοῦσα τὴν εὐδοκίαν αὐτοῦ (I Crônicas 16, 10)
ζητήσατε τὸν κύριον καὶ ἰσχύσατε ζητήσατε τὸ πρόσωπον αὐτοῦ διὰ παντός (I Crônicas 16, 11)
μνημονεύετε τὰ θαυμάσια αὐτοῦ ἃ ἐποίησεν τέρατα καὶ κρίματα τοῦ στόματος αὐτοῦ (I Crônicas 16, 12)
σπέρμα Ισραηλ παῖδες αὐτοῦ υἱοὶ Ιακωβ ἐκλεκτοὶ αὐτοῦ (I Crônicas 16, 13)
αὐτὸς κύριος ὁ θεὸς ἡμῶν ἐν πάσῃ τῇ γῇ τὰ κρίματα αὐτοῦ (I Crônicas 16, 14)
μνημονεύων εἰς αἰῶνα διαθήκης αὐτοῦ λόγον αὐτοῦ ὃν ἐνετείλατο εἰς χιλίας γενεάς (I Crônicas 16, 15)
ὃν διέθετο τῷ Αβρααμ καὶ τὸν ὅρκον αὐτοῦ τῷ Ισαακ (I Crônicas 16, 16)
ἔστησεν αὐτὸν τῷ Ιακωβ εἰς πρόσταγμα τῷ Ισραηλ διαθήκην αἰώνιον (I Crônicas 16, 17)
λέγων σοὶ δώσω τὴν γῆν Χανααν σχοίνισμα κληρονομίας ὑμῶν (I Crônicas 16, 18)