Löydetty 35140 Tulokset: Ὁ
καὶ ἀνεβόησεν Ηλιου καὶ εἶπεν οἴμμοι κύριε ὁ μάρτυς τῆς χήρας μεθ’ ἧς ἐγὼ κατοικῶ μετ’ αὐτῆς σὺ κεκάκωκας τοῦ θανατῶσαι τὸν υἱὸν αὐτῆς (I Reis 17, 20)
καὶ ἐνεφύσησεν τῷ παιδαρίῳ τρὶς καὶ ἐπεκαλέσατο τὸν κύριον καὶ εἶπεν κύριε ὁ θεός μου ἐπιστραφήτω δὴ ἡ ψυχὴ τοῦ παιδαρίου τούτου εἰς αὐτόν (I Reis 17, 21)
καὶ ἐγένετο οὕτως καὶ ἀνεβόησεν τὸ παιδάριον (I Reis 17, 22)
καὶ κατήγαγεν αὐτὸν ἀπὸ τοῦ ὑπερῴου εἰς τὸν οἶκον καὶ ἔδωκεν αὐτὸν τῇ μητρὶ αὐτοῦ καὶ εἶπεν Ηλιου βλέπε ζῇ ὁ υἱός σου (I Reis 17, 23)
καὶ εἶπεν ἡ γυνὴ πρὸς Ηλιου ἰδοὺ ἔγνωκα ὅτι ἄνθρωπος θεοῦ εἶ σὺ καὶ ῥῆμα κυρίου ἐν στόματί σου ἀληθινόν (I Reis 17, 24)
καὶ ἐγένετο μεθ’ ἡμέρας πολλὰς καὶ ῥῆμα κυρίου ἐγένετο πρὸς Ηλιου ἐν τῷ ἐνιαυτῷ τῷ τρίτῳ λέγων πορεύθητι καὶ ὄφθητι τῷ Αχααβ καὶ δώσω ὑετὸν ἐπὶ πρόσωπον τῆς γῆς (I Reis 18, 1)
καὶ ἐπορεύθη Ηλιου τοῦ ὀφθῆναι τῷ Αχααβ καὶ ἡ λιμὸς κραταιὰ ἐν Σαμαρείᾳ (I Reis 18, 2)
καὶ ἐκάλεσεν Αχααβ τὸν Αβδιου τὸν οἰκονόμον καὶ Αβδιου ἦν φοβούμενος τὸν κύριον σφόδρα (I Reis 18, 3)
καὶ ἐγένετο ἐν τῷ τύπτειν τὴν Ιεζαβελ τοὺς προφήτας κυρίου καὶ ἔλαβεν Αβδιου ἑκατὸν ἄνδρας προφήτας καὶ ἔκρυψεν αὐτοὺς κατὰ πεντήκοντα ἐν σπηλαίῳ καὶ διέτρεφεν αὐτοὺς ἐν ἄρτῳ καὶ ὕδατι (I Reis 18, 4)
καὶ εἶπεν Αχααβ πρὸς Αβδιου δεῦρο καὶ διέλθωμεν ἐπὶ τὴν γῆν ἐπὶ πηγὰς τῶν ὑδάτων καὶ ἐπὶ χειμάρρους ἐάν πως εὕρωμεν βοτάνην καὶ περιποιησώμεθα ἵππους καὶ ἡμιόνους καὶ οὐκ ἐξολοθρευθήσονται ἀπὸ τῶν κτηνῶν (I Reis 18, 5)
καὶ ἐμέρισαν ἑαυτοῖς τὴν ὁδὸν τοῦ διελθεῖν αὐτήν Αχααβ ἐπορεύθη ἐν ὁδῷ μιᾷ μόνος καὶ Αβδιου ἐπορεύθη ἐν ὁδῷ ἄλλῃ μόνος (I Reis 18, 6)
καὶ ἦν Αβδιου ἐν τῇ ὁδῷ μόνος καὶ ἦλθεν Ηλιου εἰς συνάντησιν αὐτοῦ μόνος καὶ Αβδιου ἔσπευσεν καὶ ἔπεσεν ἐπὶ πρόσωπον αὐτοῦ καὶ εἶπεν εἰ σὺ εἶ αὐτός κύριέ μου Ηλιου (I Reis 18, 7)