Mosaico decorativo

Löydetty 35140 Tulokset: Ὁ

  • ὅτι ἡ ἐντολὴ αὕτη ἣν ἐγὼ ἐντέλλομαί σοι σήμερον οὐχ ὑπέρογκός ἐστιν οὐδὲ μακρὰν ἀπὸ σοῦ (Deuteronômio 30, 11)

  • οὐκ ἐν τῷ οὐρανῷ ἄνω ἐστὶν λέγων τίς ἀναβήσεται ἡμῖν εἰς τὸν οὐρανὸν καὶ λήμψεται αὐτὴν ἡμῖν καὶ ἀκούσαντες αὐτὴν ποιήσομεν (Deuteronômio 30, 12)

  • οὐδὲ πέραν τῆς θαλάσσης ἐστὶν λέγων τίς διαπεράσει ἡμῖν εἰς τὸ πέραν τῆς θαλάσσης καὶ λήμψεται ἡμῖν αὐτήν καὶ ἀκουστὴν ἡμῖν ποιήσει αὐτήν καὶ ποιήσομεν (Deuteronômio 30, 13)

  • ἔστιν σου ἐγγὺς τὸ ῥῆμα σφόδρα ἐν τῷ στόματί σου καὶ ἐν τῇ καρδίᾳ σου καὶ ἐν ταῖς χερσίν σου αὐτὸ ποιεῖν (Deuteronômio 30, 14)

  • ἰδοὺ δέδωκα πρὸ προσώπου σου σήμερον τὴν ζωὴν καὶ τὸν θάνατον τὸ ἀγαθὸν καὶ τὸ κακόν (Deuteronômio 30, 15)

  • ἐὰν εἰσακούσῃς τὰς ἐντολὰς κυρίου τοῦ θεοῦ σου ἃς ἐγὼ ἐντέλλομαί σοι σήμερον ἀγαπᾶν κύριον τὸν θεόν σου πορεύεσθαι ἐν πάσαις ταῖς ὁδοῖς αὐτοῦ φυλάσσεσθαι τὰ δικαιώματα αὐτοῦ καὶ τὰς κρίσεις αὐτοῦ καὶ ζήσεσθε καὶ πολλοὶ ἔσεσθε καὶ εὐλογήσει σε κύριος ὁ θεός σου ἐν πάσῃ τῇ γῇ εἰς ἣν εἰσπορεύῃ ἐκεῖ κληρονομῆσαι αὐτήν (Deuteronômio 30, 16)

  • καὶ ἐὰν μεταστῇ ἡ καρδία σου καὶ μὴ εἰσακούσῃς καὶ πλανηθεὶς προσκυνήσῃς θεοῖς ἑτέροις καὶ λατρεύσῃς αὐτοῖς (Deuteronômio 30, 17)

  • ἀναγγέλλω σοι σήμερον ὅτι ἀπωλείᾳ ἀπολεῖσθε καὶ οὐ μὴ πολυήμεροι γένησθε ἐπὶ τῆς γῆς ἧς κύριος ὁ θεός σου δίδωσίν σοι εἰς ἣν ὑμεῖς διαβαίνετε τὸν Ιορδάνην ἐκεῖ κληρονομῆσαι αὐτήν (Deuteronômio 30, 18)

  • διαμαρτύρομαι ὑμῖν σήμερον τόν τε οὐρανὸν καὶ τὴν γῆν τὴν ζωὴν καὶ τὸν θάνατον δέδωκα πρὸ προσώπου ὑμῶν τὴν εὐλογίαν καὶ τὴν κατάραν ἔκλεξαι τὴν ζωήν ἵνα ζῇς σὺ καὶ τὸ σπέρμα σου (Deuteronômio 30, 19)

  • ἀγαπᾶν κύριον τὸν θεόν σου εἰσακούειν τῆς φωνῆς αὐτοῦ καὶ ἔχεσθαι αὐτοῦ ὅτι τοῦτο ἡ ζωή σου καὶ ἡ μακρότης τῶν ἡμερῶν σου κατοικεῖν σε ἐπὶ τῆς γῆς ἧς ὤμοσεν κύριος τοῖς πατράσιν σου Αβρααμ καὶ Ισαακ καὶ Ιακωβ δοῦναι αὐτοῖς (Deuteronômio 30, 20)

  • καὶ συνετέλεσεν Μωυσῆς λαλῶν πάντας τοὺς λόγους τούτους πρὸς πάντας υἱοὺς Ισραηλ (Deuteronômio 31, 1)

  • καὶ εἶπεν πρὸς αὐτούς ἑκατὸν καὶ εἴκοσι ἐτῶν ἐγώ εἰμι σήμερον οὐ δυνήσομαι ἔτι εἰσπορεύεσθαι καὶ ἐκπορεύεσθαι κύριος δὲ εἶπεν πρός με οὐ διαβήσῃ τὸν Ιορδάνην τοῦτον (Deuteronômio 31, 2)


"Para mim, Deus está sempre fixo na minha mente e estampado no meu coração." São Padre Pio de Pietrelcina