Mosaico decorativo

Löydetty 35140 Tulokset: Ὁ

  • διὰ τοῦτο μὴ γίνεσθε ἄφρονες, ἀλλὰ συνίετε τί τὸ θέλημα τοῦ κυρίου. (Efésios 5, 17)

  • καὶ μὴ μεθύσκεσθε οἴνῳ, ἐν ᾧ ἐστιν ἀσωτία, ἀλλὰ πληροῦσθε ἐν πνεύματι, (Efésios 5, 18)

  • λαλοῦντες ἑαυτοῖς [ἐν] ψαλμοῖς καὶ ὕμνοις καὶ ᾠδαῖς πνευματικαῖς, ᾄδοντες καὶ ψάλλοντες τῇ καρδίᾳ ὑμῶν τῶ κυρίῳ, (Efésios 5, 19)

  • εὐχαριστοῦντες πάντοτε ὑπὲρ πάντων ἐν ὀνόματι τοῦ κυρίου ἡμῶν ἰησοῦ χριστοῦ τῶ θεῶ καὶ πατρί, (Efésios 5, 20)

  • ὑποτασσόμενοι ἀλλήλοις ἐν φόβῳ χριστοῦ. (Efésios 5, 21)

  • αἱ γυναῖκες τοῖς ἰδίοις ἀνδράσιν ὡς τῶ κυρίῳ, (Efésios 5, 22)

  • ὅτι ἀνήρ ἐστιν κεφαλὴ τῆς γυναικὸς ὡς καὶ ὁ χριστὸς κεφαλὴ τῆς ἐκκλησίας, αὐτὸς σωτὴρ τοῦ σώματος. (Efésios 5, 23)

  • ἀλλὰ ὡς ἡ ἐκκλησία ὑποτάσσεται τῶ χριστῶ, οὕτως καὶ αἱ γυναῖκες τοῖς ἀνδράσιν ἐν παντί. (Efésios 5, 24)

  • οἱ ἄνδρες, ἀγαπᾶτε τὰς γυναῖκας, καθὼς καὶ ὁ χριστὸς ἠγάπησεν τὴν ἐκκλησίαν καὶ ἑαυτὸν παρέδωκεν ὑπὲρ αὐτῆς, (Efésios 5, 25)

  • ἵνα αὐτὴν ἁγιάσῃ καθαρίσας τῶ λουτρῶ τοῦ ὕδατος ἐν ῥήματι, (Efésios 5, 26)

  • ἵνα παραστήσῃ αὐτὸς ἑαυτῶ ἔνδοξον τὴν ἐκκλησίαν, μὴ ἔχουσαν σπίλον ἢ ῥυτίδα ἤ τι τῶν τοιούτων, ἀλλ᾽ ἵνα ᾖ ἁγία καὶ ἄμωμος. (Efésios 5, 27)

  • οὕτως ὀφείλουσιν [καὶ] οἱ ἄνδρες ἀγαπᾶν τὰς ἑαυτῶν γυναῖκας ὡς τὰ ἑαυτῶν σώματα. ὁ ἀγαπῶν τὴν ἑαυτοῦ γυναῖκα ἑαυτὸν ἀγαπᾷ, (Efésios 5, 28)


"A mulher forte é a que tem temor de Deus e faz a vontade de Deus." São Padre Pio de Pietrelcina